- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di Greco POLIBIO
- Visite: 4
Religione e stato a Roma
VERSIONE DI GRECO di Polibio e traduzione
Μεγιστην δε μοι δοκει διαφοραν εχειν το Ρωμαιων πολιτευμα προς βελτιον εν τη περι θεων διαληψει. Και μοι δοκει το παρα αλλοις ανθρωποις ονειδιζομενον, τουτο συνεχειν τα Ρωμαιων πραγματα, λεγω δε την δεισιδαιμονιαν: επι τοσουτον γαρ εκτετραγωδηται και παρεισηκται τουτο το μερος παρ' αυτοις εις τε τους κατ' ιδιαν βιους και τα κοινα της πολεως, ωστε μη καταλιπειν υπερβολην. Ο και δοξειεν αν πολλοις ειναι θαυμασιον. Εμοι γε μην δοκουσι του πληθους χαριν τουτο πεποιηκεναι. Ει μεν γαρ ην σοφων ανδρων πολιτευμα συναγαγειν, ισως ουδεν ην αναγκαιος ο τοιουτος τροπος: επει δε παν πληθος εστιν ελαφρον και πληρες επιθυμιων παρανομων, οργης αλογου, θυμου βιαιου, λειπεται τοις αδηλοις φοβοις και τη τοιαυτη τραγωδια τα πληθη συνεχειν. Διοπερ οι παλαιοι δοκουσι μοι τας περι θεων εννοιας και τας υπερ των εν αδου διαληψεις ουκ εικη και ως ετυχεν εις τα πληθη παρεισαγαγειν, πολυ δε μαλλον οι νυν εικη και αλογως εκβαλλειν αυτα
TRADUZIONE
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di Greco POLIBIO
- Visite: 4
Utilità politica della religione
VERSIONE DI GRECO di Polibio
TRADUZIONE dal libro Ellenion
Μεγίστην δέ μοι δοκεῖ διαφορὰν ἔχειν τὸ Ῥωμαίων πολίτευμα πρὸς βέλτιον ἐν τῇ περὶ θεῶν διαλήψει. καί μοι δοκεῖ τὸ παρὰ τοῖς ἄλλοις ἀνθρώποις ὀνειδιζόμενον, τοῦτο συνέχειν τὰ Ῥωμαίων πράγματα, λέγω δὲ τὴν δεισιδαιμονίαν· ἐπὶ τοσοῦτον γὰρ ἐκτετραγῴδηται καὶ παρεισῆκται τοῦτο τὸ μέρος παρ´ αὐτοῖς εἴς τε τοὺς κατ´ ἰδίαν βίους καὶ τὰ κοινὰ τῆς πόλεως ὥστε μὴ καταλιπεῖν ὑπερβολήν. ὃ καὶ δόξειεν ἂν πολλοῖς εἶναι θαυμάσιον. ἐμοί γε μὴν δοκοῦσι τοῦ πλήθους χάριν τοῦτο πεποιηκέναι. εἰ μὲν γὰρ ἦν σοφῶν ἀνδρῶν πολίτευμα συναγαγεῖν, ἴσως οὐδὲν ἦν ἀναγκαῖος ὁ τοιοῦτος τρόπος· ἐπεὶ δὲ πᾶν πλῆθός ἐστιν ἐλαφρὸν καὶ πλῆρες ἐπιθυμιῶν παρανόμων, ὀργῆς ἀλόγου, θυμοῦ βιαίου, λείπεται τοῖς ἀδήλοις φόβοις καὶ τῇ τοιαύτῃ τραγῳδίᾳ τὰ πλήθη συνέχειν. διόπερ οἱ παλαιοὶ δοκοῦσί μοι τὰς περὶ θεῶν ἐννοίας καὶ τὰς ὑπὲρ τῶν ἐν ᾅδου διαλήψεις οὐκ εἰκῇ καὶ ὡς ἔτυχεν εἰς τὰ πλήθη παρεισαγαγεῖν, πολὺ δὲ μᾶλλον οἱ νῦν εἰκῇ καὶ ἀλόγως ἐκβάλλειν αὐτά.
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di Greco POLIBIO
- Visite: 4
La regina Teuta
VERSIONE DI GRECO di Polibio
TRADUZIONE dal libro Euloghia
Ἡ δὲ Τεύτα, τῆς ὥρας ἐπιγενομένης, ἐπισκευάσασα λέμβους πλείους τῶν πρότερον ἐξαπέστειλε πάλιν εἰς τοὺς κατὰ τὴνἙλλάδα τόπους. ὧν οἱ μὲν διὰ πόρου τὸν πλοῦν ἐπὶ τὴν Κέρκυραν ἐποιοῦντο, μέρος
δέ τι προσέσχε τὸν τῶν Ἐπιδαμνίων λιμένα, λόγῳ μὲν ὑδρείας καὶ ἐπισιτισμοῦχάριν, ἔργῳ δ´ ἐπιβουλῆς καὶ πράξεως ἐπὶ τὴν πόλιν. τῶν δ´ Ἐπιδαμνίων (ἀ)κάκωςἅμα καὶ ῥᾳθύμως αὐτοὺς παραδεξαμένων, εἰσελθόντες ἐν αὐτοῖς τοῖς περιζώμασιν ὡςὑδρευσόμενοι, μαχαίρας ἔχοντες ἐν τοῖς κεραμίοις, οὕτως κατασφάξαντες τοὺςφυλάττοντας τὴν πύλην ταχέως ἐγκρατεῖς ἐγένοντο τοῦ πυλῶνος. ἐπιγενομένης δὲκατὰ τὸ συντεταγμένον ἐνεργῶς τῆς ἀπὸ τῶν πλοίων βοηθείας, παραδεξάμενοι τούτουςῥᾳδίως κατεῖχον τὰ πλεῖστα τῶν τειχῶν. τῶν δ´ ἐκ τῆς πόλεως ἀπαρασκεύως μὲν διὰτὸ παράδοξον, ἐκθύμως δὲ βοηθούντων καὶ διαγωνιζομένων, συνέβη τοὺς Ἰλλυριοὺςἐπὶ πολὺν χρόνον ἀντιποιησαμένους τέλος ἐκπεσεῖν ἐκ τῆς πόλεως. Ἐπιδάμνιοι μὲνοὖν ἐν ταύτῃ τῇ πράξει διὰ μὲν τὴν ὀλιγωρίαν ἐκινδύνευσαν ἀποβαλεῖν τὴν πατρίδα, διὰ δὲ τὴν εὐψυχίαν ἀβλαβῶς ἐπαιδεύθησαν πρὸς τὸ μέλλον.
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di Greco POLIBIO
- Visite: 4
La storia prammatica
VERSIONE DI GRECO di Polibio
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di Greco POLIBIO
- Visite: 4
Annibale incontra gli ambasciatori inviati a Sagunto
VERSIONE DI GRECO di Polibio
Traduzione dal libro Greco terza edizione
TRADUZIONE
Annibale, poiché era giovane, pieno di ardore bellico, fortunato nelle sue imprese, incitato già da molto tempo all'odio contro i Romani, come se avesse a cuore i Saguntini, di fronte a quelli rimproverava i Romani per il fatto che, poco tempo prima, mentre essi erano in lotta, accettato l'arbitrato, avevano ingiustamente mandato a morte alcuni dei capi; non avrebbe tollerato che questi fossero vittime di una violazione di un patto - era infatti costume dei Cartaginesi non trascurare nessuno di coloro che ricevevano ingiustizie-; mandò poi ai Cartaginesi ambasciatori, per chiedere che cosa si dovesse fare, poiché i Saguntini, fidandosi dell'alleanza con i Romani, commettevano torti contro alcuni di coloro che erano sottoposti a loro (ai Cartaginesi). Era insomma pieno di sconsiderata e violenta ira. Perciò non si serviva delle ragioni vere, e si rifugiava in assurdi pretesti, cose che sono soliti fare coloro che trascurano ciò che è giusto fare a causa di impulsi fissati da tempo nell'animo