- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: EMPEIRIA - versioni greco tradotte
- Visite: 4
TESEO
VERSIONE DI GRECO di ISOCRATE
TRADUZIONE dal libro EMPEIRIA NUMERO 11 PAGINA 74
Καὶ πρῶτον μὲν τὴν πόλιν σποράδην καὶ κατὰ κώμας οἰκοῦσαν εἰς ταὐτὸν συναγαγὼν τηλικαύτην ἐποίησεν ὥστ' ἔτι καὶ νῦν ἀπ' ἐκείνου τοῦ χρόνου μεγίστην τῶν Ἑλληνίδων εἶναι· μετὰ δὲ ταῦτα, κοινὴν τὴν πατρίδα καταστήσας καὶ τὰς ψυχὰς τῶν συμπολιτευομένων ἐλευθερώσας, ἐξ ἴσου τὴν ἅμιλλαν αὐτοῖς περὶ τῆς ἀρετῆς ἐποίησεν, πιστεύων μὲν ὁμοίως αὐτῶν προέξειν ἀσκούντων ὥσπερ ἀμελούντων, εἰδὼς δὲ τὰς τιμὰς ἡδίους οὔσας τὰς παρὰ τῶν μέγα φρονούντων ἢ τὰς παρὰ τῶν δουλευόντων. Τοσούτου δ' ἐδέησεν ἀκόντων τι ποιεῖν τῶν πολιτῶν ὥσθ' ὁ μὲν τὸν δῆμον καθίστη κύριον τῆς πολιτείας, οἱ δὲ μόνον αὐτὸν ἄρχειν ἠξίουν, ἡγούμενοι πιστοτέραν καὶ κοινοτέραν εἶναι τὴν ἐκείνου μοναρχίαν τῆς αὑτῶν δημοκρατίας.
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: EMPEIRIA - versioni greco tradotte
- Visite: 4
Aneddoto sulla pietà filiale
VERSIONE DI GRECO di Licurgo
Λέγεται γοῦν ἐν Σικελία (εἰ γάρ καί μυθωδέστερόν ἐστιν, ᾀλλʹ ἁρμόσει καί νυν ἅπασι τοίς νεωτέροις ακοῦσαι ) ἐκ τῇς Αἴτνης ῥυακα πυρός γενέσθαι. Τοῦτον δὲ ῥεῖν φασιν επί τε τήν ἄλλην χώραν, καί δὴ καί πρὸς πόλιν τινὰ τῶν ἐκεῖ κατοικουμένων. Τοῦς μὲν οὗν ἄλλους ὁρμῆσαι πρòς φυγήν, τὴν αὑτῶν σωτηρίαν ζητοῦντας, ἕνα δη τινα τῶν νεωτηρων, ὁρῶντα τòν πατηρα πρεσβύτερον ὄντα καί οὐχι δυνάμενον ἄποχωρειν, αλλὰ ἐγκαταλαμβανόμενον, ἀράμενον φέρειν. Φορτίου δ' οἶμαι προσγενομένου καί αὐτος ἐγκατελήφθη. Ὅθεν δὴ καί ἄξιον θεωρῆσαι τò θεῖον, ὅτι τοῖς ἀγαθοις ευμενῶς ἔχει. Λέγεται γάρ κύκλῳ τὸν τόπον ἐκεῖνον περιρυῆναι τὸ πῦρ καὶ σωθῆναι τούτους μόνους, αφ' ὧν καὶ τὸ χωρίον ἔτι καὶ νῦν προσαγορεύεσθαι τῶν εὐσεβῶν χῶρον. Τοὺς δὲ ταχεῖαν τὴν ἀποχώρησιν ποιησαμένους καὶ τοὺς ἑαυτῶν γονέας ἐγκαταλιπόντας ἅπαντας ἀπολέσθαι.