- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: versioni di greco di ESCHINE
- Visite: 5
LA VERITA' E' MAL DIFESA DA UN DISONESTO
VERSIONE DI GRECO di Eschine
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: versioni di greco di ESCHINE
- Visite: 5
Οὐδένα πώποτε τῶν πολιτῶν, ὦ ἄνδρες Ἀθηναῖοι, οὔτε γραφὴν γραψάμενος οὔτ᾽ ἐν εὐθύναις λυπήσας, ἀλλ᾽ ὡς ἔγωγε νομίζω μέτριον ἐμαυτὸν πρὸς ἕκαστα τούτων παρέχων, ὁρῶν δὲ τήν τε πόλιν μεγάλα βλαπτομένην ὑπὸ Τιμάρχου τουτουὶ δημηγοροῦντος παρὰ τοὺς νόμους, καὶ αὐτὸς ἰδίᾳ συκοφαντούμενος, ἓν τι τῶν αἰσχίστων ἡγησάμην εἶναι μὴ βοηθῆσαι τῇ τε πόλει πάσῃ καὶ τοῖς νόμοις καὶ ὑμῖν καὶ ἐμαυτῷ· γιγνώσκων δ᾽ αὐτὸν ἔνοχον ὄντα οἷς ὀλίγῳ πρότερον ἠκούσατε ἀναγιγνώσκοντος τοῦ γραμματέως, ἐπήγγειλα αὐτῷ τὴν δοκιμασίαν ταυτηνί. Καί, ὦ ἄνδρες Ἀθηναῖοι, οἱ λόγοι κατὰ τὸ ἔθος λεγόμενοι ἐπὶ τοῖς δημοσίοις ἀγῶσιν οὐκ εἰσὶ ψευδεῖς. Αἱ γὰρ ἴδιαι ἔχθραι πολλὰ πάνυ τῶν κοινῶν ἐπανορθοῦσιν. Τοῦ μὲν οὖν ὅλου ἀγῶνος φανεῖται οὔθ᾽ ἡ πόλις αἰτία οὖσα Τιμάρχῳ οὔθ᾽ οἱ νόμοι οὔθ᾽ ὑμεῖς οὔτ᾽ ἐγώ, ἀλλ᾽ αὐτὸς οὗτος ἑαυτῷ
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: versioni di greco di ESCHINE
- Visite: 5
ὁ γὰρ νομοθέτης πρῶτον μὲν τοῖς διδασκάλοις, οἷς ἐξ ἀνάγκης παρακατατιθέμεθα τοὺς ἡμετέρους αὐτῶν παῖδας, οἷς ἐστιν ὁ μὲν βίος ἀπὸ τοῦ σωφρονεῖν, ἡ δ᾽ ἀπορία ἐκ τῶν ἐναντίων, ὅμως ἀπιστῶν φαίνεται, καὶ διαῤῥήδην ἀποδείκνυσι, πρῶτον μὲν ἣν ὥραν προσήκει ἰέναι τὸν παῖδα τὸν ἐλεύθερον εἰς τὸ διδασκαλεῖον, ἔπειτα μετὰ πόσων παίδων εἰσιέναι, καὶ πηνίκα ἀπιέναι, καὶ τοὺς διδασκάλους τὰ διδασκαλεῖα καὶ τοὺς παιδοτρίβας τὰς παλαίστρας ἀνοίγειν μὲν ἀπαγορεύει μὴ πρότερον πρὶν ἂν ἥλιος ἀνίσχῃ, κλῄειν δὲ προστάττει πρὸ ἡλίου δεδυκότος, τὰς ἐρημίας καὶ τὸ σκότος ἐν πλείστῃ ὑποψίᾳ ποιούμενος· καὶ τοὺς νεανίσκους τοὺς εἰσφοιτῶντας οὕς τινας δεῖ εἶναι καὶ ἅς τινας ἡλικίας ἔχοντας, καὶ ἀρχὴν ἥτις ἔσται ἡ τούτων ἐπιμελησομένη, καὶ περὶ παιδαγωγῶν ἐπιμελείας καὶ περὶ Μουσείων ἐν τοῖς διδασκαλείοις καὶ περὶ Ἑρμαίων ἐν ταῖς παλαίστραις, καὶ τὸ τελευταῖον περὶ τῆς συμφοιτήσεως τῶν παίδων καὶ τῶν χορῶν τῶν κυκλίων
SORVEGLIANZA DELLO STATO SUI MAESTRI
VERSIONE DI GRECO di Eschine
TRADUZIONE dal libro Taxis
INIZIO: Ο γαρ νομοθετησ πρωτον μεν τοισ διδασκαλοισ
FINE: περι τησ συμφοιτησεωσ των παιδων και των χορων των κυκλιων
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: versioni di greco di ESCHINE
- Visite: 5
venalità, disonestà e viltà di demostene
VERSIONE DI GRECO di Eschine
Traduzione dal libro ellenion
Περὶ δὲ τὴν καθ' ἡμέραν δίαιταν τίς ἐστιν; ἐκ τριηράρχου λογογράφος ἀνεφάνη, τὰ πατρῷα καταγελάστως προέμενος: ἄπιστος δὲ καὶ περὶ ταῦτα δόξας εἶναι καὶ τοὺς λόγους ἐκφέρων τοῖς ἀντιδίκοις, ἀνεπήδησεν ἐπὶ τὸ βῆμα: πλεῖστον δ' ἐκ τῆς πολιτείας εἰληφὼς ἀργύριον, ἐλάχιστα περιεποιήσατο. Νῦν μέντοι τὴν δαπάνην ἐπικέκλυκεν αὐτοῦ τὸ βασιλικὸν χρυσίον, ἔσται δ' οὐδὲ τοῦθ' ἱκανόν: οὐδεὶς γὰρ πώποτε πλοῦτος τρόπου πονηροῦ περιεγένετο. Καὶ τὸ κεφάλαιον, τὸν βίον οὐκ ἐκ τῶν ἰδίων προσόδων πορίζεται, ἀλλ' ἐκ τῶν ὑμετέρων κινδύνων. Πρὸς δ' εὐγνωμοσύνην καὶ λόγου δύναμιν πῶς πέφυκε; δεινὸς λέγειν, κακὸς βιῶναι. Οὕτω γὰρ κέχρηται καὶ τῷ ἑαυτοῦ σώματι καὶ παιδοποιίᾳ ὥστ' ἐμὲ μὴ βούλεσθαι λέγειν ἃ τούτῳ πέπρακται: ἤδη γάρ ποτε εἶδον μισηθέντας τοὺς τὰ τῶν πλησίον αἰσχρὰ λίαν σαφῶς λέγοντας. Ἔπειτα τί συμβαίνει τῇ πόλει; οἱ μὲν λόγοι καλοί, τὰ δ' ἔργα φαῦλα. Πρὸς δὲ ἀνδρείαν βραχύς μοι λείπεται λόγος. Εἰ μὲν γὰρ ἠρνεῖτο μὴ δειλὸς εἶναι ἢ ὑμεῖς μὴ συνῄδετε, διατριβὴν ὁ λόγος ἄν μοι παρέσχεν: ἐπειδὴ δὲ καὶ αὐτὸς ὁμολογεῖ ἐν ταῖς ἐκκλησίαις, καὶ ὑμεῖς σύνιστε, λοιπὸν ὑπομνῆσαι τοὺς περὶ τούτων κειμένους νόμους.
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: versioni di greco di ESCHINE
- Visite: 5
ACHILLE E PATROCLO
VERSIONE DI GRECO di Eschine
TRADUZIONE
Οὐ τοίνυν ἐνταῦθα μόνον σχετλιάζων φαίνεται, ἀλλ' οὕτως αὐτὸν ἰσχυρῶς ἐπένθησεν ὥστε παρὰ Θέτιδος τῆς αὑτοῦ μητρὸς προακούσας ὅτι μὴ μετελθὼν μὲν τοὺς ἐχθρούς, ἀλλ' ἐάσας ἀτιμώρητον τὸν τοῦ Πατρόκλου θάνατον, ἐπανελθὼν οἴκαδε γηραιὸς ἐν τῇ αὑτοῦ πατρίδι ἀποθανεῖται, τιμωρησάμενος δὲ διὰ ταχέων μέλλοι τὸν βίον τελευτᾶν, εἵλετο τὴν τοῦ τεθνεῶτος πίστιν μᾶλλον ἢ τὴν σωτηρίαν. Οὕτω δὲ μεγαλοψύχως ἠπείγετο τὸν φονέα τὸν ἐκείνου τιμωρήσασθαι ὥστε πάντων αὐτὸν παραμυθουμένων καὶ κελευόντων λούσασθαι καὶ σῖτον προσενέγκασθαι, ἀπόμνυσι μηδὲν τούτων πράξειν, πρὶν ἂν τὴν τοῦ Ἕκτορος κεφαλὴν ἐπὶ τὸν τοῦ Πατρόκλου τάφον ἐνέγκῃ. Καθεύδοντος δ' αὐτοῦ ἐπὶ τῇ πυρᾷ, ὥς φησιν ὁ ποιητής, εἴδωλον ἐφίσταται τοῦ Πατρόκλου, καὶ τοιούτων ἐπεμνήσθη καὶ τοιαῦτα ἐπέσκηψε τῷ Ἀχιλλεῖ ἐφ' οἷς καὶ δακρῦσαι καὶ ζηλῶσαι τὴν ἀρετὴν καὶ τὴν φιλίαν ἄξιον αὐτῶν ἐστιν.
Non solo qui si osserva che Achille si lamenta, ma che pianse Patroclo con un dolore così grande che, avendo capito da sua madre Teti che, se non avesse inseguito i nemici, ma avesse lasciato non vendicata la morte di Patroclo, ritornato a casa, sarebbe morto vecchio nella sua patria, mentre se l'avesse punita, avrebbe visto ben presto la morte, preferì la fedeltà all'amico ucciso anziché la propria salvezza. E con tale forza d'animo si velocizzò a punire l'uccisore di quello che, mentre tutti lo incitavano e lo spronavano a pulirsi e a farsi portare il cibo, egli giurò che non avrebbe fatto nessuna di queste cose prima di portare la testa di Ettore sulla tomba di Patroclo. Mentre egli dormiva presso la pira, come dice il poeta, gli comparì l'ombra di Patroclo e ricordò di Achille tali ricordi e gli rivolse tali sostegni, per cui è giusto piangere e desiderare la virtù e l'amicizia di quegli combattenti.