- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: versioni di greco di ESCHINE
- Visite: 6
Legislazione scolastica di Eschine
versione greco traduzione libro synesis
ὁ γὰρ νομοθέτης πρῶτον μὲν τοῖς διδασκάλοις, οἷς ἐξ ἀνάγκης παρακατατιθέμεθα τοὺς ἡμετέρους αὐτῶν παῖδας, οἷς ἐστιν ὁ μὲν βίος ἀπὸ τοῦ σωφρονεῖν, ἡ δ᾽ ἀπορία ἐκ τῶν ἐναντίων, ὅμως ἀπιστῶν φαίνεται, καὶ διαῤῥήδην ἀποδείκνυσι, πρῶτον μὲν ἣν ὥραν προσήκει ἰέναι τὸν παῖδα τὸν ἐλεύθερον εἰς τὸ διδασκαλεῖον, ἔπειτα μετὰ πόσων παίδων εἰσιέναι, καὶ πηνίκα ἀπιέναι, καὶ τοὺς διδασκάλους τὰ διδασκαλεῖα καὶ τοὺς παιδοτρίβας τὰς παλαίστρας ἀνοίγειν μὲν ἀπαγορεύει μὴ πρότερον πρὶν ἂν ἥλιος ἀνίσχῃ, κλῄειν δὲ προστάττει πρὸ ἡλίου δεδυκότος, τὰς ἐρημίας καὶ τὸ σκότος ἐν πλείστῃ ὑποψίᾳ ποιούμενος· καὶ τοὺς νεανίσκους τοὺς εἰσφοιτῶντας οὕς τινας δεῖ εἶναι καὶ ἅς τινας ἡλικίας ἔχοντας, καὶ ἀρχὴν ἥτις ἔσται ἡ τούτων ἐπιμελησομένη, καὶ περὶ παιδαγωγῶν ἐπιμελείας καὶ περὶ Μουσείων ἐν τοῖς διδασκαλείοις καὶ περὶ Ἑρμαίων ἐν ταῖς παλαίστραις, καὶ τὸ τελευταῖον περὶ τῆς συμφοιτήσεως τῶν παίδων καὶ τῶν χορῶν τῶν κυκλίων.
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: versioni di greco di ESCHINE
- Visite: 6
I giudizi vanno dati in base alle circostanze Versione greco Eschine
traduzione dal libro versioni di greco euloghia n. 302 pag. 473
Ἐγὼ δ' ἐν μὲν τῷ πολέμῳ συνίστην, καθ' ὅσον ἦν δυνατός, Ἀρκάδας καὶ τοὺς ἄλλους Ἕλληνας ἐπὶ Φίλιππον· οὐδενὸς δ' ἀνθρώπων ἐπικουροῦντος τῇ πόλει, ἀλλὰ τῶν μὲν περιορώντων ὅ τι συμβήσεται, τῶν δὲ συνεπιστρατευόντων, τῶν δ' ἐν τῇ πόλει ῥητόρων χορηγὸν ταῖς καθ' ἡμέραν δαπάναις τὸν πόλεμον ποιουμένων, ὁμολογῶ συμβουλεῦσαι τῷ δήμῳ διαλύσασθαι πρὸς Φίλιππον καὶ τὴν εἰρήνην συνθέσθαι, ἣν σὺ νομίζεις νῦν αἰσχρὰν οὐδὲ πώποθ' ἁψάμενος ὅπλων, ἐγὼ δὲ αὐτὴν εἶναί φημι πολλῷ καλλίω τοῦ πολέμου. Χρὴ δέ, ὦ Ἀθηναῖοι, τοὺς μὲν πρέσβεις θεωρεῖν πρὸς τὸν καιρόν, καθ' ὃν ἐπρέσβευον, τοὺς δὲ στρατηγοὺς πρὸς τὰς δυνάμεις, ὧν ἡγοῦντο. Καὶ γὰρ τὰς εἰκόνας ἵστατε καὶ τὰς προεδρίας καὶ τοὺς στεφάνους καὶ τὰς ἐν πρυτανείῳ σιτήσεις δίδοτε οὐ τοῖς τὴν εἰρήνην ἀπαγγείλασιν, ἀλλὰ τοῖς τὴν μάχην νικήσασιν. Εἰ δ' ἔσονται αἱ μὲν εὔθυναι τῶν πρέσβεων, αἱ δὲ δωρεαὶ τῶν στρατηγῶν, ἀσπόνδους καὶ ἀκηρύκτους τοὺς πολέμους ποιήσετε· οὐδεὶς γὰρ ἐθελήσει πρεσβεύειν.
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: versioni di greco di ESCHINE
- Visite: 6
ὁ γὰρ νομοθέτης πρῶτον μὲν τοῖς διδασκάλοις, οἷς ἐξ ἀνάγκης παρακατατιθέμεθα τοὺς ἡμετέρους αὐτῶν παῖδας, οἷς ἐστιν ὁ μὲν βίος ἀπὸ τοῦ σωφρονεῖν, ἡ δ᾽ ἀπορία ἐκ τῶν ἐναντίων, ὅμως ἀπιστῶν φαίνεται, καὶ διαῤῥήδην ἀποδείκνυσι, πρῶτον μὲν ἣν ὥραν προσήκει ἰέναι τὸν παῖδα τὸν ἐλεύθερον εἰς τὸ διδασκαλεῖον, ἔπειτα μετὰ πόσων παίδων εἰσιέναι, καὶ πηνίκα ἀπιέναι, καὶ τοὺς διδασκάλους τὰ διδασκαλεῖα καὶ τοὺς παιδοτρίβας τὰς παλαίστρας ἀνοίγειν μὲν ἀπαγορεύει μὴ πρότερον πρὶν ἂν ἥλιος ἀνίσχῃ, κλῄειν δὲ προστάττει πρὸ ἡλίου δεδυκότος, τὰς ἐρημίας καὶ τὸ σκότος ἐν πλείστῃ ὑποψίᾳ ποιούμενος· καὶ τοὺς νεανίσκους τοὺς εἰσφοιτῶντας οὕς τινας δεῖ εἶναι καὶ ἅς τινας ἡλικίας ἔχοντας
TRADUZIONE dal libro alfabeta grammata
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: versioni di greco di ESCHINE
- Visite: 5
Le LABBRA DISONESTE NON SONO ADATTE AL VERO
VERSIONE DI GRECO di Eschine
Δημηγορουντος τινος εν τη των Λακεδαιμονιων εκκλησια ανδρος βεβιωκοτος μεν αισχρως, λεγειν δ' εις υπερβολην δυνατου, και των Λακεδαιμονιων, ως φασι, κατα την εκεινου γνωμην ψηφιζεσθαι μελλοντωυ, παρελθων τις των γεροντων, ους εκεινοι και αισχυνονται, και δεδιασι, ισχυρως επεπληξε τοις Λακεδαιμονιοις και τι τοιουτον κατ' αυτων εβλασφημησεν, ως ου πολυν χρονον την Σπαρτην απορθητον οικησουσι, τοιουτοις εν ταις εκκλησιαις συμβουλοις χρωμενοι. Αμα δε παρακαλεσας αλλον τινα των Λακεδαιμονιων, ανδρα λεγειν μεν ουκ ευφυη, τα δε κατα πολεμον λαμπρον και προς δικαιοσυνην και εγκρατειαν διαφεροντα, επεταξευ αυτω τας αυτας ειπειν γνωμας ουτως οπως αν δυνηται, ας ειπεν ο προτερος ρητωρ: «ινα», εφη, «Λακεδαιμονιοι ανδρος αγαθου φθεγξαμενου ψηφισωνται, τας δε των αποδεδειλιακοτων και πονηρων ανθρωπων φωνας μηδε τοις ωσι προσδεχωνται».
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: versioni di greco di ESCHINE
- Visite: 5
La democrazia è garantita dal rispetto delle leggi
Versione greco Eschine traduzione libro Ellenisti
l'inizio: ευ ιστε, ω ανδρες αθεναιοι, οτι τρεις questa la fine: σωζεται και η δημοκρατια
TRADUZIONE N. 1
Sapete bene o Ateniesi che tre sono le costituzioni presso tutti gli uomini: la tirannide. l'oligarchia e la democrazia. La tirannide e l' oligarchia sono governate secondo il carattere di coloro che sono a capo, le città rette da democrazia per mezzo di leggi in vigore. ... (CONTINUA)