- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco ELIANO
- Visite: 7
Ανηργενος Μαρδος, ονομα Ρακωκης, παιδας ειχεν επτα. Τουτων ο νεωτατος εκαλειτο Καρτωμης ... τον Ρακωκην και αυτον βασιλικων δικαστων εποιει ενα.
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco ELIANO
- Visite: 7
Un padre chiede la morte del figlio versione greco da Eliano
Ἀνὴρ γένει Μάρδος, ὄνομα Ῥακώκης, παῖδας εἶχεν ἑπτά. ἀλλὰ τούτων ὁ νεώτατος ἐκαλεῖτο Καρτώμης, κακὰ δὲ πολλὰ τοὺς ἄλλους εἰργάζετο. καὶ τὰ μὲν πρῶτα ἐπειρᾶτο αὐτὸν ὁ πατὴρ παιδεύειν καὶ ῥυθμίζειν λόγῳ· ἐπεὶ δὲ οὐκ ἐπείθετο, τῶν δικαστῶν τῶν περιχώρων ἀφικομένων ἔνθα ᾤκει ὁ τοῦ νεανίσκου πατήρ, ἀλλ᾿ ἐκεῖνός γε συλλαβὼν τὸ παιδίον καὶ τὼ χεῖρε ὀπίσω περιαγαγὼν αὐτοῦ, πρὸς τοὺς δικαστὰς ἤγαγε καὶ ὅσα αὐτῷ τετόλμητο πάντα ὰκριβῶς κατηγόρησε καὶ ᾔτει παρὰ τῶν δικαστῶν ἀποκτεῖναι τὸν νεανίσκον. οἱ δὲ ἐξεπλάγησαν καὶ αὐτοὶ μὲν ἐφ᾿ ἑαυτῶν οὐκ ἔκριναν τὴν καταδικάζουσαν ἀγαγεῖν ψῆφον, ἀμφοτέρους δὲ ἐπὶ τὸν βασιλέα τῶν Περσῶν τὸν Ἀρταξέρξην ἤγαγον. τὰ αὐτὰ δὲ λέγοντος τοῦ Μάρδου ὑπολαβὼν ὁ βασιλεὺς ἔφη· «εἶτα τολμήσεις τοῖς ὀφθαλμοῖς τοῖς ἑαυτοῦ τὸν υἱὸν ἀποθνῄσκοντα ὑπομεῖναι;» ὁ δὲ ἔφη· «πάντων μάλιστα· ἐπεὶ καὶ ἐν τῷ κήπῳ ὅταν τῶν φυομένων θριδακινῶν τὰς ἐκφύσεις τὰς πικρὰς ἀποκλῶ καὶ ἀφαιρῶ, οὐδὲν ἡ μήτηρ αὐτῶν ἡ θριδακίνη λυπεῖται, ἀλλὰ θάλλει μᾶλλον καὶ μείζων καὶ γλυκίων γίνεται. οὕτω καὶ ἐγώ, ὦ βασιλεῦ, τὸν βλάπτοντα τὴν ἐμὴν οἰκίαν καὶ τὸν τῶν ἀδελφῶν βίον θεωρῶν ἀπολλύμενον καὶ τῆς κακουργίας τῆς εἰς αὐτοὺς παυόμενον καὶ αὐτὸς αὐξηθήσομαι καὶ τοῖς λοιποῖς τοῖς κατὰ γένος συνέσομαι τὰ αὐτὰ ἐμοὶ εὖ πάσχουσιν.» ὧν ἀκούσας Ἀρταξέρξης ἐπῄνεσε μὲν τὸν Ῥακώκην καὶ τῶν βασιλικῶν δικαστῶν ἐποίησεν ἕνα
Un uomo di stirpe mardo chiamato Racoce, aveva sette figli. Di questi il più giovane che si chiamava Cartome, faceva molti male agli altri fratelli. Sulle prime il padre provvide ad ammonirlo ed ad avvisarlo con parole, ma poiché non voleva mai ravvedersi,essendo arrivati i giudici di quelle parti ove abitava il padre del giovane, egli presolo e legategli indietro le mani lo portò dinanzi ai giudici e lo accusò dei suoi misfatti, chiedendo che lo condannassero a morte. Quelli rimasero attoniti e non parendo loro (il caso) di dover pronunciare una tale sentenza condussero entrambi dal re Artaserse. Qui avendo Mardo ripetute le stesse cose, il re lo interrogò dicendo: Come sosterresti tu di veder morire sotto i tuoi occhi il tuo proprio figlio? E quello "Ma si, rispose o re, poichè anche nel mio orto, quando io recido e strappo gli amari torsi delle lattughe, non se ne risente affatto la loro madre, ma anzi fiorisce di più e più grande e dolce diventa.Io, similmente o Artaserse ove veda tolto di mezzo colui che tanto nuoce alla mia casa e che spreca il cibo dei suoi fratelli, spenta che sia la sua malvagità, che è danno degli stessi, io stesso crescerò compiacendomi di veder con me prosperare gli altri della mia famiglia. Artaserse dopo aver udito queste cose lodò molto Racoce e volle che fosse ascritto fra i giudici del re.
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco ELIANO
- Visite: 8
Οτε ηκεν η ναυς εκ Δηλου και εδει Σωκρατην αποθνησκειν, αφικετο εις το σεσμωτηριον Απολλοδωρος, ο του Σωκρατου εταιρος, αυτω φερων ιματιον τε και χιτωνα εριων πολυτελη και ευητριον. Και Ηξιου Σωκρατην, ενδυντα προτερον τον χιτωνα και περιβαλομενον το ιματιον, ειτα ουτω πιειν το φαρμακον. Ελεγε γαρ Σωκρατει· "Εαν αν αυτοις εσθησι αποθανης, ουκ αμοιρησεις καλων ενταφιων· και γαρ προσηκει τον νεκρον συν τω κοσμω προκεισθαι". Σωκρατης ουκ ωμολογησε, αλλ'ειπε προς τους εταιρους τους παροντας "Αλλα Απολλοδωρος περι μου μακως δοξαζει, ει νομιζει οτι μετα το του φαρμακου πομα, ετι οψεται Σοκρατην. Ει γαρ οιεται μετα τον θανατον το Σωκρατους σωμα ετι ειναι Σωκρατην, δηλον εστι με ουκ γνους".
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco ELIANO
- Visite: 7
δέονται μὲν ἄνθρωποι λόγου τοῦ προτρέψοντος καὶ ἀναπείσοντος ἀγαθοὺς εἶναι καὶ τὴν μὲν δειλίαν διώξοντος, τὸ δὲ εὐθαρσὲςπαρασκευάσοντος, ἀθληταὶ μὲν ἐς τὰ στάδια, στρατιῶται δὲ ἐς τὰ ὅπλα: τὰ δὲ ζῷα οὐ δεῖται τῆς ἔξωθεν ἐπιρρώσεως, ἑαυτοῖς δὲ παροξύνειτὴν ἀλκήν, καὶ ἑαυτὰ ἀνίστησι καὶ ἐγείρει. ὁ γοῦν σῦς μέλλων ἐς μάχην ἰέναι πρὸς ταῖς λείαις πέτραις τοὺς ὀδόντας ὑποθήγει. τοῦτό τοι καὶὍμηρος τῷ ζῴῳ μαρτυρῶν δῆλός ἐστι. καὶ μέντοι καὶ ὁ λέων τῇ ἀλκαίᾳἑαυτὸν ἐπεγείρει μαστίζων, καὶ βλακεύειν καὶ ἐλινύειν οὐκ ἐπιτρέπει. καὶτοῦτο δὲ ὁ ποιητὴς εἰδὼς ᾄδει περὶ τοῦ λέοντος. οἱ δὲ ἐλέφαντες τῇπροβοσκίδι ἑαυτοὺς παίουσιν ἐς τὸν ἀγῶνα ἐξάπτοντες, ὅταν τούτου ᾖκαιρός, καὶ οὐ δέονται τοῦ προσᾴσοντος καὶ ἐροῦντος οὐχ ἕδρας ἔργονοὐδ᾽ ἀμβολᾶς, οὐδὲ μὴν τὰ Τυρταίου μέτρα ἀναμένουσι. ταῦρος δὲ ἡγεμὼν τῆς ἀγέλης ὅταν ἡττηθῇ ἡγεμόνος ἄλλου, ἑαυτὸν ἀποκρίνει ἐς χῶρον ἕτερον, καὶ ἑαυτῷ γίνεται γυμναστής, καὶ ἀθλεῖ πᾶσαν ἄθλησιν (Eliano)
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco ELIANO
- Visite: 8
Fai miglior figura quando stai zitto versione greco
Μεγαβΰζου ποτέ επαίνουντος γραφάς άτέχνους ώσπερ τέρατα κάλλους, ετέρας δέ σπουδαίως έκπονοΰμενας ψέγοντος, τα του Ζεΰξιδος παιδάρια τα την Μηλιάδα γήν τριβοντα κατεγέλα αΰτοΰ. Ό τοίνυν Ζεύξις έλεγε προς αυτόν ""Οταν μέν σιωπάς, ώ Μεγάβυζε, τα παιδάρια έμοΰ θαυμάζει σε· όρα γάρ σου την έσθήτα και την θεραπεία ν την περι σέ· όταν γε μην θέλης κρίνειν περι των έμών γραφών, καταφρονεί σου. Φΰλαττε τοίνυν σεαυτόν ές τους έπαινοΰντας, κρατών της γλώττης δια αΐδούς και φιλοτέχνων περί μηδενός τών μηδέν σοι προσηκόντων".
Una volta Megabizo poiché lodava dei dipinti privi di arte come (fossero) prodigi di bellezza e criticava invece quelli fatti ad arte (bene), gli schiavetti di Zeusi che riducevano in polvere la terra di Melo, lo deridevano. Quindi (di conseguenza) Zeusi gli diceva: "O Megabizo, fino a che tu taci i miei schiavi ti ammirano, ammirano infatti le tue vesti e la tua educazione, ma quando hai voluto criticare la mia pittura, ridono di te. Tieni in serbo per te le cose che lodi dominando la lingua, sulle cose che non ti riguardano per niente, per rispetto e per amore dell'arte.