δέονται μὲν ἄνθρωποι λόγου τοῦ προτρέψοντος καὶ ἀναπείσοντος ἀγαθοὺς εἶναι καὶ τὴν μὲν δειλίαν διώξοντος, τὸ δὲ εὐθαρσὲςπαρασκευάσοντος, ἀθληταὶ μὲν ἐς τὰ στάδια, στρατιῶται δὲ ἐς τὰ ὅπλα: τὰ δὲ ζῷα οὐ δεῖται τῆς ἔξωθεν ἐπιρρώσεως, ἑαυτοῖς δὲ παροξύνειτὴν ἀλκήν, καὶ ἑαυτὰ ἀνίστησι καὶ ἐγείρει. ὁ γοῦν σῦς μέλλων ἐς μάχην ἰέναι πρὸς ταῖς λείαις πέτραις τοὺς ὀδόντας ὑποθήγει. τοῦτό τοι καὶὍμηρος τῷ ζῴῳ μαρτυρῶν δῆλός ἐστι. καὶ μέντοι καὶ ὁ λέων τῇ ἀλκαίᾳἑαυτὸν ἐπεγείρει μαστίζων, καὶ βλακεύειν καὶ ἐλινύειν οὐκ ἐπιτρέπει. καὶτοῦτο δὲ ὁ ποιητὴς εἰδὼς ᾄδει περὶ τοῦ λέοντος. οἱ δὲ ἐλέφαντες τῇπροβοσκίδι ἑαυτοὺς παίουσιν ἐς τὸν ἀγῶνα ἐξάπτοντες, ὅταν τούτου ᾖκαιρός, καὶ οὐ δέονται τοῦ προσᾴσοντος καὶ ἐροῦντος οὐχ ἕδρας ἔργονοὐδ᾽ ἀμβολᾶς, οὐδὲ μὴν τὰ Τυρταίου μέτρα ἀναμένουσι. ταῦρος δὲ ἡγεμὼν τῆς ἀγέλης ὅταν ἡττηθῇ ἡγεμόνος ἄλλου, ἑαυτὸν ἀποκρίνει ἐς χῶρον ἕτερον, καὶ ἑαυτῷ γίνεται γυμναστής, καὶ ἀθλεῖ πᾶσαν ἄθλησιν (Eliano)