La coscienza della mia innocenza e la saldezza della legge mi rincuorano all'inizio del mio discorso
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco ANTIFONTE
- Visite: 5
Ἥδιστον μέν, ὦ ἄνδρες δικασταί, ἀνθρώπῳ ὄντι μὴ γενέσθαι μηδένα κίνδυνον περὶ τοῦ σώματος, καὶ εὐχόμενος ἄν τις ταῦτα εὔξαιτο· εἰ ἄρα τις καὶ ἀναγκάζοιτο κινδυνεύειν, τοῦτο γοῦν ὑπάρχειν, ὅπερ μέγιστον ἐγὼ νομίζω ἐν πράγματι τοιούτῳ, αὐτὸν ἑαυτῷ συνειδέναι μηδὲν ἐξημαρτηκότι, ἀλλ εἴ τις καὶ συμφορὰ γίγνοιτο, ἄνευ κακότητος καὶ αἰσχύνης γίγνεσθαι, καὶ τύχῃ μᾶλλον ἢ ἀδικίᾳ. Καὶ τοὺς μὲν νόμους οἳ κεῖνται περὶ τῶν τοιούτων πάντες ἂν ἐπαινέσειαν κάλλιστα νόμων κεῖσθαι καὶ ὁσιώτατα. ὑπάρχει μὲν γὰρ αὐτοῖς ἀρχαιοτάτοις εἶναι ἐν τῇ γῇ ταύτῃ, ἔπειτα τοὺς αὐτοὺς αἰεὶ περὶ τῶν αὐτῶν, ὅπερ μέγιστον σημεῖον νόμων καλῶς κειμένων· ὁ χρόνος γὰρ καὶ ἡ ἐμπειρία τὰ μὴ καλῶς ἔχοντα διδάσκει τοὺς ἀνθρώπους. ὥστ οὐ δεῖ ὑμᾶς ἐκ τῶν λόγων τοῦ κατηγοροῦντος τοὺς νόμους μαθεῖν εἰ καλῶς ἔχουσιν ἢ μή, ἀλλ ἐκ τῶν νόμων τοὺς τούτων λόγους, εἰ ὀρθῶς ὑμᾶς καὶ νομίμως διδάσκουσιν ἢ οὔ. (Antifonte)
E’ piacevolissimo, signori giudici, che ad uomo che è vero, non capiti alcun pericolo per la persona, e uno si augurerebbe questo; che, se effettivamente uno fosse anche costretto ad essere oggetto di pericolo, capitare dunque questo, che io ritengo importantissimo in simile faccenda, che egli sia consapevole con se stesso di non aver commesso nulla, ma se anche capitasse qualche sventura, che sia senza malvagità né vergogna, e più per caso che per ingiustizia. ...(continua)
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco ANTIFONTE
- Visite: 5
Ὑμεῖς γάρ μοι ἀναγκαῖοι. Οὓς γὰρ ἐχρῆν τῷ μὲν τεθνεῶτι τιμωροὺς γενέσθαι, ἐμοὶ δὲ βοηθούς, οὗτοι τοῦ μὲν τεθνεῶτος φονῆς γεγένηνται, ἐμοὶ δ' ἀντίδικοι καθεστᾶσι. Πρὸς τίνας οὖν ἔλθῃ τις βοηθούς, ἢ ποῖ τὴν καταφυγὴν ποιήσεται ἄλλοθι ἢ πρὸς ὑμᾶς καὶ τὸ δίκαιον; Θαυμάζω δ' ἔγωγε καὶ τοῦ ἀδελφοῦ, ἥντινά ποτε γνώμην ἔχων ἀντίδικος καθέστηκε πρὸς ἐμέ, καὶ εἰ νομίζει τοῦτο εὐσέβειαν εἶναι, τὸ τὴν μητέρα μὴ προδοῦναι. Ἐγὼ δ' ἡγοῦμαι πολὺ ἀνοσιώτερον εἶναι ἀφεῖναι τοῦ τεθνεῶτος τὴν τιμωρίαν, ἄλλως τε καὶ τοῦ μὲν ἐκ προβουλῆς ἀκουσίως ἀποθανόντος, τῆς δὲ ἑκουσίως ἐκ προνοίας ἀποκτεινάσης.
4 Voi infatti siete i miei parenti. Quelli infatti che era necessario fossero i vendicatori del morto e un aiuto per me, sono diventati gli uccisori del morto e si sono posti come avversari a me nel processo. Da quali difensori dovrebbe andare uno, o dove altro troverà un rifugio se non presso di voi e la giustizia? 5 Io certo mi meraviglio anche di mio fratello, con quale intenzione mai si sia costituito come avversario contro di me, e se pensa che questo sia devozione filiale, non tradire la madre. Io penso invece che sia molto più empio lasciar perdere la punizione di chi è morto, soprattutto di chi è morto suo malgrado per premeditazione, invece di chi ha ucciso volontariamente di proposito.
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco ANTIFONTE
- Visite: 4
Νέος μὲν καὶ ἄπειρος δικῶν ἔγωγε ἔτι, δεινῶς δὲ καὶ ἀπόρως ἔχει μοι περὶ τοῦ πράγματος, ὦ ἄνδρες, τοῦτο μὲν εἰ ἐπισκήψαντος τοῦ πατρὸς ἐπεξελθεῖν τοῖς αὑτοῦ φονεῦσι μὴ ἐπέξειμι, τοῦτο δὲ εἰ ἐπεξιόντι ἀναγκαίως ἔχει οἷς ἥκιστα ἐχρῆν ἐν διαφορᾷ καταστῆναι, ἀδελφοῖς ὁμοπατρίοις καὶ μητρὶ ἀδελφῶν
O giudici, giovane e inesperto ancora di processi, io certo mi trovo terribilmente in imbarazzo riguardo alla vicenda, se da una parte, dal momento che mio padre ha raccomandato di citare in giudizio i suoi uccisori io non li accusassi, dall’altra se, perseguendoli, fossi nella necessità di essere in disaccordo con chi non conviene affatto, i fratelli dello stesso padre e la madre dei fratelli.
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco ANTIFONTE
- Visite: 5
Kαίτοι εὖ οἶδά γ᾽, εἰ οὗτοι πρὸς ἐμὲ ἐλ- θόντες, ἐπειδὴ τάχιστα αὐτοῖς ἀπηγγέλθη ὅτι ἐπεξίοιμι τοῦ πατρὸς τὸν φονέα, ἠθέλησαν τὰ ἀνδράποδα ἃ ἦν αὐτοῖς παραδοῦναι, ἐγὼ δὲ μὴ ἠθέλησα παραλαβεῖν, αὐτὰ ἂν ταῦτα μέγιστα τεκμήρια παρείχοντο ὡς οὐκ ἔνοχοί εἰσι τῷ φόνῳ. Nῦν δ᾽, ἐγὼ γάρ εἰμι τοῦτο μὲν ὁ θέλων αὐτὸς βασανιστὴς γενέσθαι, τοῦτο δὲ τούτους αὐ- τοὺς κελεύων βασανίσαι ἀντ᾽ ἐμοῦ, ἐμοὶ δή που εἰκὸς ταὐτὰ ταῦτα τεκμήρια εἶναι ὡς εἰσὶν ἔνοχοι τῷ φόνῳ.
E io comprendo bene che se costoro, arrivati da me, non appena fu loro comunicato che avrei perseguito l’uccisore del padre, avessero voluto consegnare gli schiavi che avevano, e io non avessi voluto accettarli, li avrebbero offerti proprio come la prova più grande che non erano rei dell’omicidio. Ora invece, poiché io da una parte sono quello che vuole essere l’inquisitore stesso, dall’altra quello che invita proprio questi ad inquisire in mia vece è quindi in certo qual modo naturale per me che queste stesse cose siano la prova che sono colpevoli del reato
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco ANTIFONTE
- Visite: 5
ἐπειδὴ χορηγὸς κατεστάθην εἰς Θαργήλια ἐχορήγουν ὡς ἄριστα ἐδυνάμην καὶ δικαιότατα. καὶ πρῶτον μὲν διδασκαλεῖον ‹ᾗ› ἦν ἐπιτηδειότατον τῆς ἐμῆς οἰκίας κατεσκεύασα, ἐν ᾧπερ καὶ Διονυσίοις ὅτε ἐχορήγουν ἐδίδασκον· ἔπειτα τὸν χορὸν συνέλεξα ὡς ἐδυνάμην ἄριστα, οὔτε ζημιώσας οὐδένα οὔτε ἐνέχυρα βίᾳ φέρων οὔτ᾽ ἀπεχθανόμενος οὐδενί, ἀλλ᾽ ὥσπερ ἂν ἥδιστα καὶ ἐπιτηδειότατα ἀμφοτέροις ἐγίγνετο, ἐγὼ μὲν ἐκέλευον καὶ ᾐτούμην, οἱ δ᾽ ἑκόντες καὶ βουλόμενοι ἔπεμπον. ἐπεὶ δὲ ἧκον οἱ παῖδες, πρῶτον μέν μοι ἀσχολία ἦν παρεῖναι καὶ ἐπιμελεῖσθαι· ἐτύγχανε γάρ μοι πράγματα ὄντα πρὸς Ἀριστίωνα καὶ Φιλῖνον, ἃ ἐγὼ περὶ πολλοῦ ἐποιούμην, ἐπειδή περ εἰσήγγειλα, ὀρθῶς καὶ δικαίως ἀποδεῖξαι τῇ βουλῇ καὶ τοῖς ἄλλοις Ἀθηναίοις. ἐγὼ μὲν οὖν τούτοις προσεῖχον τὸν νοῦν, κατέστησα δὲ ἐπιμελεῖσθαι, εἴ τι δέοι τῷ χορῷ, Φανόστρατον, δημότην μὲν τουτωνὶ τῶν διωκόντων, κηδεστὴν δ᾽ ἐμαυτοῦ, ᾧ ἐγὼ δέδωκα τὴν θυγατέρα, καὶ ἠξίουν αὐτὸν ἄριστα ἐπιμελεῖσθαι· ἔτι δὲ πρὸς τούτῳ δύο ἄνδρας, τὸν μὲν Ἐρεχθηίδος Ἀμεινίαν, ὃν αὐτοὶ οἱ φυλέται ἐψηφίσαντο συλλέγειν καὶ ἐπιμελεῖσθαι τῆς φυλῆς ἑκάστοτε, δοκοῦντα χρηστὸν εἶναι, τὸν δ᾽ ἕτερον τῆς Κεκροπίδος, ὅσπερ ἑκάστοτε εἴωθεν ταύτην τὴν φυλὴν συλλέγειν· ἔτι δὲ τέταρτον Φίλιππον, ᾧ προσετέτακτο ὠνεῖσθαι καὶ ἀναλίσκειν εἴ τι φράζοι ὁ διδάσκαλος ἢ ἄλλος τις τούτων, ὅπως ἄριστα χορηγοῖντο οἱ παῖδες καὶ μηδενὸς ἐνδεεῖς εἶεν διὰ τὴν ἐμὴν ἀσχολίαν.