- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco ANTIFONTE
- Visite: 4
Un corego scrupoloso
Antifonte versione greco
traduzione libro Hellenikon phronema
Επει δε ηκον οι παιδες πρωτον μεν μοι ασχολια ην παρεναι... ... οι παιδες και μηδενος ενδεεις ειεν δια την εμην ασκολιαν.
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco ANTIFONTE
- Visite: 4
è tutto un errore di procedura
versione greco Antifonte
Πρῶτον μὲν οὖν, ὡς παρανομώτατα καὶ βιαιότατα εἰς τόνδε τὸν ἀγῶνα καθέστηκα, τοῦτο ὑμᾶς διδάξω, οὐ τῷ φεύγειν ἂν τὸ πλῆθος τὸ ὑμέτερον, ἐπεὶ κἂν ἀνωμότοις ὑμῖν καὶ μὴ κατὰ νόμον μηδένα ἐπιτρέψαιμι περὶ τοῦ σώματος τοῦ ἐμοῦ διαψηφίσασθαι, ἕνεκά γε τοῦ πιστεύειν ἐμοί τε μηδὲν ἐξημαρτῆσθαι εἰς τόδε τὸ πρᾶγμα καὶ ὑμᾶς γνώσεσθαι τὰ δίκαια, ἀλλ' ἵνα ᾖ τεκμήρια ὑμῖν καὶ τῶν ἄλλων πραγμάτων τῶν εἰς ἐμὲ ἡ τούτων βιαιότης καὶ παρανομία. Πρῶτον μὲν γὰρ κακοῦργος ἐνδεδειγμένος φόνου δίκην φεύγω, ὃ οὐδεὶς πώποτ' ἔπαθε τῶν ἐν τῇ γῇ ταύτῃ. Καὶ ὡς μὲν οὐ κακοῦργός εἰμι οὐδ' ἔνοχος τῷ τῶν κακούργων νόμῳ, αὐτοὶ οὗτοι τούτου γε μάρτυρες γεγένηνται. Περὶ γὰρ τῶν κλεπτῶν καὶ λωποδυτῶν ὁ νόμος κεῖται, ὧν οὐδὲν ἐμοὶ προσὸν ἀπέδειξαν. Οὕτως εἴς γε ταύτην τὴν ἀπαγωγὴν νομιμωτάτην καὶ δικαιοτάτην πεποιήκασιν ὑμῖν τὴν ἀποψήφισίν μου. Φασὶ δὲ αὖ τό γε ἀποκτείνειν μέγα κακούργημα εἶναι, καὶ ἐγὼ ὁμολογῶ μέγιστόν γε, καὶ τὸ ἱεροσυλεῖν καὶ τὸ προδιδόναι τὴν πόλιν· ἀλλὰ χωρὶς περὶ αὐτῶν ἑκάστου οἱ νόμοι κεῖνται. Ἐμοὶ δὲ πρῶτον μέν, οὗ τοῖς ἄλλοις εἴργεσθαι προαγορεύουσι τοῖς τοῦ φόνου φεύγουσι τὰς δίκας, ἐνταυθοῖ πεποιήκασι τὴν κρίσιν ἐν τῇ ἀγορᾷ· ἔπειτα τίμησίν μοι ἐποίησαν, ἀνταποθανεῖν τοῦ νόμου κειμένου τὸν ἀποκτείναντα, οὐ τοῦ ἐμοὶ συμφέροντος ἕνεκα, ἀλλὰ τοῦ σφίσιν αὐτοῖς λυσιτελοῦντος, καὶ ἐνταῦθα ἔλασσον ἔνειμαν ἂν τῷ τεθνηκότι τῶν ἐν τῷ νόμῳ κειμένων· οὗ δ' ἕνεκα, γνώσεσθε προϊόντος τοῦ λόγου. Ἔπειτα δὲ, ὃ πάντας οἶμαι ὑμᾶς ἐπίστασθαι, ἅπαντα τὰ δικαστήρια ἐν ὑπαίθρῳ δικάζει τὰς δίκας τοῦ φόνου, οὐδενὸς ἄλλου ἕνεκα ἢ ἵνα τοῦτο μὲν οἱ δικασταὶ μὴ ἴωσιν εἰς τὸ αὐτὸ τοῖς μὴ καθαροῖς τὰς χεῖρας, τοῦτο δὲ ὁ διώκων τὴν δίκην τοῦ φόνου ἵνα μὴ ὁμωρόφιος γίγνηται τῷ αὐθέντῃ. Σὺ δὲ τοῦτο μὲν παρελθὼν τοῦτον τὸν νόμον τοὐναντίον τοῖς ἄλλοις πεποίηκας· τοῦτο δὲ δέον σε διομόσασθαι ὅρκον τὸν μέγιστον καὶ ἰσχυρότατον, ἐξώλειαν σαυτῷ καὶ γένει καὶ οἰκίᾳ τῇ σῇ ἐπαρώμενον, ἦ μὴν μὴ ἄλλα κατηγορήσειν ἐμοῦ ἢ εἰς αὐτὸν τὸν φόνον, ὡς ἔκτεινα, ἐν ᾧ οὔτ' ἂν κακὰ πολλὰ εἰργασμένος ἡλισκόμην ἄλλῳ ἢ αὐτῷ τῷ πράγματι, οὔτ' ἂν πολλὰ ἀγαθὰ εἰργασμένος τούτοις ἂν ἐσῳζόμην τοῖς ἀγαθοῖς· ἃ σὺ παρελθών, αὐτὸς σεαυτῷ νόμους ἐξευρών, ἀνώμοτος μὲν αὐτὸς ἐμοῦ κατηγορεῖς, ἀνώμοτοι δὲ οἱ μάρτυρες καταμαρτυροῦσι, δέον αὐτοὺς τὸν αὐτὸν ὅρκον σοὶ διομοσαμένους καὶ ἁπτομένους τῶν σφαγίων καταμαρτυρεῖν ἐμοῦ. Ἔπειτα κελεύεις τοὺς δικαστὰς ἀνωμότοις πιστεύσαντας τοῖς μαρτυροῦσι φόνου δίκην καταγνῶναι, οὓς σὺ αὐτὸς ἀπίστους κατέστησας παρελθὼν τοὺς κειμένους νόμους, καὶ ἡγῇ χρῆναι αὖθις τὴν σὴν παρανομίαν κρείσσω γενέσθαι αὐτῶν τῶν νόμων.
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco ANTIFONTE
- Visite: 4
Erode sparisce
versione greco Antifonte libro Kleides Pag 218 n° 181
Ἐν ᾧ μὲν γὰρ ἐπλέομεν, ἀστέγαστον ἦν τὸ πλοῖον, εἰς ὃ δὲ μετέβημεν, ἐστεγασμένον· τοῦ δὲ ὑετοῦ ἕνεκα ταῦτ' ἦν. Τούτων δ' ὑμῖν μάρτυρας παρέξομαι. Μάρτυρες Ἐπειδὴ δὲ μετεξέβημεν εἰς τὸ ἕτερον πλοῖον, ἐπίνομεν. Καὶ ὁ μέν ἐστι φανερὸς ἐκβὰς ἐκ τοῦ πλοίου καὶ οὐκ εἰσβὰς πάλιν· ἐγὼ δὲ τὸ παράπαν οὐκ ἐξέβην ἐκ τοῦ πλοίου τῆς νυκτὸς ἐκείνης. Τῇ δ' ὑστεραίᾳ, ἐπειδὴ ἀφανὴς ἦν ὁ ἀνήρ, ἐζητεῖτο οὐδέν τι μᾶλλον ὑπὸ τῶν ἄλλων ἢ καὶ ὑπ' ἐμοῦ· καὶ εἴ τῳ τῶν ἄλλων ἐδόκει δεινὸν εἶναι, καὶ ἐμοὶ ὁμοίως. Καὶ εἴς τε τὴν Μυτιλήνην ἐγὼ αἴτιος ἦ πεμφθῆναι ἄγγελον, καὶ τῇ ἐμῇ γνώμῃ ἐπέμπετο· καὶ ἄλλου οὐδενὸς ἐθέλοντος βαδίζειν, οὔτε τῶν ἀπὸ τοῦ πλοίου οὔτε τῶν αὐτῷ τῷ Ἡρῴδῃ συμπλεόντων, ἐγὼ τὸν ἀκόλουθον τὸν ἐμαυτοῦ πέμπειν ἕτοιμος ἦ· καίτοι οὐ δήπου γε κατ' ἐμαυτοῦ μηνυτὴν ἔπεμπον εἰδώς. Ἐπειδὴ δὲ ὁ ἀνὴρ οὔτε ἐν τῇ Μυτιλήνῃ ἐφαίνετο ζητούμενος οὔτ' ἄλλοθι οὐδαμοῦ, πλοῦς τε ἡμῖν ἐγίγνετο, καὶ τἆλλα ἀνήγετο πλοῖα ἅπαντα, ᾠχόμην κἀγὼ πλέων.
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco ANTIFONTE
- Visite: 4
Ἄξιον δ᾽ ἐνθυμηθῆναι, ὦ ἄνδρες, ἀμφότερα καὶ τῆς γνώμης τῶν ἀντιδίκων καὶ οἵῳ τρόπῳ ἔρχονται ἐπὶ τὰ πράγματα. Ἐξ ἀρχῆς γὰρ οὐδὲν ὁμοίως οὗτοί τε πρὸς ἐμὲ πράττουσι καὶ, ἐγὼ πρὸς τούτους. Ἔλεξε μὲν γὰρ Φιλοκράτης οὑτοσὶ, ἀναβὰς εἰς τὴν ἡλιαίαν τὴν τῶν θεσμοθετῶν, τῇ ἡμέρᾳ ᾗ ὁ παῖς ἐξεφέρετο, ὅτι ἀδελφὸν αὐτοῦ ἀποκτείναιμι ἐγὼ ἐν τῷ χορῷ, φάρμακον ἀναγκάσας πιεῖν. Ἐπειδὴ δὲ οὗτος ταῦτα ἔλεγεν, ἀναβὰς ἐγὼ εἰς τὸ δικαστήριον τοῖς αὐτοῖς δικασταῖς ἔλεξα ὅτι τὸν μὲν νόμον οὐ δικαίως προκαθισταίη Φιλοκράτης κατηγορῶν καὶ διαβάλλων εἰς τὸ δικαστήριον, μελλόντων ἔσεσθαί μοι ἀγώνων πρὸς Ἀριστίωνα καὶ Φιλῖνον αὔριον καὶ τῇ ἕνῃ, ὧνπερ ἕνεκα τοὺς λόγους τούτους λέγοι· ἃ μέντοι αἰτιῷτο καὶ διαβάλλοι, ῥᾳδίως ἐξελεγχθήσοιτο ψευδόμενος· εἶεν γὰρ οἱ συνειδότες πολλοί, καὶ ἐλεύθεροι καὶ δοῦλοι, καὶ νεώτεροι καὶ πρεσβύτεροι, σύμπαντες πλείους ἢ πεντήκοντα, οἳ τούς τε λόγους τοὺς λεχθέντας περὶ τῆς πόσεως τοῦ φαρμάκου καὶ τὰ πραχθέντα καὶ τὰ λεγόμενα πάντα ἠπίσταντο.
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco ANTIFONTE
- Visite: 4
Inuti ricerche dello scomparso
VERSIONE DI GRECO di Antifonte
TRADUZIONE dal libro Askesis