- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco ANTIFONTE
- Visite: 4
Inaffidabilità delle testimonianze rese sotto tortura
VERSIONE DI GRECO di Antifonte
Ὡς μὲν ὕστερον τοσούτῳ χρόνῳ ὁ ἀνὴρ ἐβασανίσθη, μεμαρτύρηται ὑμῖν· προσέχετε δὲ τὸν νοῦν αὐτῇ τῇ βασάνῳ, οἵα γεγένηται. Ὁ μὲν γὰρ δοῦλος, ᾧ ἴσως οὗτοι τοῦτο μὲν ἐλευθερίαν ὑπέσχοντο, τοῦτο δ' ἐπὶ τούτοις ἦν παύσασθαι κακούμενον αὐτόν, ἴσως ὑπ' ἀμφοῖν πεισθεὶς κατεψεύσατό μου, τὴν μὲν ἐλευθερίαν ἐλπίσας οἴσεσθαι, τῆς δὲ βασάνου εἰς τὸ παραχρῆμα βουλόμενος ἀπηλλάχθαι. ***Οἶμαι δ' ὑμᾶς ἐπίστασθαι τοῦτο, ὅτι ἐφ' οἷς ἂν τὸ πλεῖστον μέρος τῆς βασάνου, πρὸς τούτων εἰσὶν οἱ βασανιζόμενοι λέγειν ὅ τι ἂν ἐκείνοις μέλλωσι χαριεῖσθαι· ἐν τούτοις γὰρ αὐτοῖς ἐστιν ἡ ὠφέλεια, ἄλλως τε κἂν μὴ παρόντες τυγχάνωσιν ὧν ἂν καταψεύδωνται. Εἰ μὲν γὰρ ἐγὼ ἐκέλευον αὐτὸν στρεβλοῦν ὡς οὐ τἀληθῆ λέγοντα, ἴσως ἂν ἐν αὐτῷ τούτῳ ἀπετρέπετο μηδὲν κατ' ἐμοῦ καταψεύδεσθαι· νῦν δὲ αὑτοὶ ἦσαν καὶ βασανισταὶ καὶ ἐπιτιμηταὶ τῶν σφίσιν αὐτοῖς συμφερόντων. Ἕως μὲν οὖν μετὰ χρηστῆς ἐλπίδος ἐγίγνωσκέ μου καταψευσάμενος, τούτῳ διισχυρίζετο τῷ λόγῳ· ἐπειδὴ δὲ ἐγίγνωσκεν ἀποθανούμενος, ἐνταῦθ' ἤδη τῇ ἀληθείᾳ ἐχρῆτο, καὶ ἔλεγεν ὅτι πεισθείη ὑπὸ τούτων ἐμοῦ καταψεύδεσθαι.
*** traduzione omessa
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco ANTIFONTE
- Visite: 4
La paura confonde gli imputati
VERSIONE DI GRECO di Antifonte

- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco ANTIFONTE
- Visite: 4
Filtro d'amore fatale
VERSIONE DI GRECO di Antifonte
TRADUZIONE dal libro Sapheneia
Inizio: Ύπερᾥον τι ἧν τῆς ὴμετἐρας οικίας... Fine: προ δειπνου ἦ απο δεικνυ.
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco ANTIFONTE
- Visite: 4
Omicidio in palestra parla la difesa I Tetralogia
VERSIONE DI GRECO di Antifonte
TRADUZIONE dal libro Triakonta
Τό μειράκιον ούχ ΰβρει ουδέ ακολασίᾳ, άλλά μελετών μετά των ήλίκων άκοντίζειν έν τῲ γυμνασίω, έβαλε μέν, ούκ άπέκτεινε δε ούδένα κατά γε την άλήθειαν ών έπραξεν, άλλου δ' εις αυτόν άμαρτόντος1 εις ακουσίους αιτίας ήλθεν. Ει μέν γάρ τό άκόντιον έξω των όρων της αύτοΰ πορείας έπί τον παΐδα έξενεχθέν ετρωσεν αυτόν, ουδείς αν ήμΐν λόγος2 ύπελείπετο μή φονεΰσιν είναι, του δε παιδός ύπό την τοϋ ακοντίου φοράν ύποδραμόντος και τό σώμα προστήσαντος, ό μέν διεκωλύθη του σκοπού τυχεΐν, ό δέ ύπό τό άκόντιον ύπελθών έβλήθη, και την αιτίαν ούχ ήμετέραν ούσαν προσέβαλεν ήμΐν. Λιά δέ τήν ύποδρομήν βληθέντος του παιδός, τό μέν μειράκιον ου δικαίως επικαλείται, ούδένα γάρ έβαλε τών άπό του σκοπού άφεστώτων• ό δέ παϊς εϊπερ έστώς φανερός ύμΐν έστι μή βληθείς, εκουσίως δ' ύπό τήν φοράν του ακοντίου ύπελθών, έτι σαφεστέρως δηλοΰται δια τήν αύτοΰ άμαρτίαν αποθανών ού γάρ άν εβλήθη άτρεμίζων και μή διατρέχων.
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco ANTIFONTE
- Visite: 4
L'antitesi tra fusis e nomos /L'antitesi tra φύσις e νομος
Antifonte versione greco traduzione
libro dialogoi pagina 399 numero 216
δικαιοσύνη οὖν τὰ τῆς πόλεως νόμιμα, ἐνἧι ἂν πολιτεύηταί τις, μὴ παραβαίνειν. χρῶιτ᾿ ἂν οὖν ἄνθρωπος μάλιστα ἑαυτῶι ξυμφερόντως δικαιοσύνηι, εἰ μετὰ μὲν μαρτύρων τοὺς νόμους μεγάλους ἄγοι, μονούμενος δὲ μαρτύρων τὰ τῆς φύσεως· τὰ μὲν γὰρ τῶν νόμων ἐπίθετα, τὰ δὲ τῆς φύσεως ἀναγκαῖα· καὶ τὰ μὲν τῶν νόμων ὁμολογη θέντ οὐ φύντ᾿ ἐστίν, τὰ δὲ τῆς φύσεως φύντα οὐχ ὁμολογηθέντα ουχ ο μολογηθενα τὰ οὖν νόμιμα παραβαίνων εἰὰν λάθηι τοὺς ὁμολογήσαντας καὶ αἰσχύνης καὶ ζημίας ἀπήλλακται· μὴ λαθὼν δ᾿ οὔ· τῶν δὲ τῆι φύσει ξυμφύτων ἐάν τι παρὰ τὸ δυνατὸν βιάζηται, ἐάν τε πάντας ἀνθρώπους λάθηι, οὐδὲν ἔλαττον τὸ κακόν, ἐάν τε πάντες ἴδωσιν, οὐδὲν μεῖζον· οὐ γὰρ διὰ δόξαν βλάπτεται, ἀλλὰ δι᾿ ἀλήθειαν. ἔστι δὲ πάντως τῶνδε ἕνεκα τούτων ἡ σκέψις, ὅτι τὰ πολλὰ τῶν κατὰ νόμον δικαίων πολεμίως τῆι φύσει κεῖται·