- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco ANTIFONTE
- Visite: 4
PROCLAMAZIONE DI INNOCENZA
VERSIONE DI GRECO DAL COREUTA di Antifonte
Αἰτιῶνται δὲ οὗτοι μὲν ἐκ τούτων, ὡς αἴτιος ὃς ἐκέλευσε πιεῖν τὸν παῖδα τὸ φάρμακον ἢ ἠνάγκασεν ἢ ἔδωκεν• ἐγὼ δ' ἐξ αὐτῶν τούτων ὧν αἰτιῶνται οὗτοι ἀποφανῶ ὅτι οὐκ ἔνοχός εἰμι• οὔτε γὰρ ἐκέλευσα οὔτ' ἠνάγκασα οὔτ' ἔδωκα• καὶ ἔτι προστίθημι αὐτοῖς ὅτι οὐδὲ παρεγενόμην πίνοντι. Καὶ εἴ φασιν ἀδικεῖν εἴ τις ἐκέλευσεν, ἐγὼ οὐκ ἀδικῶ• οὐ γὰρ ἐκέλευσα. Καὶ εἴ φασιν ἀδικεῖν εἴ τις ἠνάγκασεν, ἐγὼ οὐκ ἀδικῶ• οὐ γὰρ ἠνάγκασα. Καὶ εἰ τὸν δόντα τὸ φάρμακόν φασιν αἴτιον εἶναι, ἐγὼ οὐκ αἴτιος• οὐ γὰρ ἔδωκα. Αἰτιάσασθαι μὲν οὖν καὶ καταψεύσασθαι ἔξεστι τῷ βουλομένῳ• αὐτὸς γὰρ ἕκαστος τούτου κρατεῖ• γενέσθαι μέντοι τὰ μὴ γενόμενα καὶ ἀδικεῖν τὸν μὴ ἀδικοῦντα οὐκ ἐν τοῖς τούτων λόγοις ἡγοῦμαι εἶναι, ἀλλ' ἐν τῷ δικαίῳ καὶ ἐν τῷ ἀληθεῖ.
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco ANTIFONTE
- Visite: 4
Passo da "SUL COREUTA" di Antifonte

Prove di innocenza
VERSIONE DI GRECO di Antifonte
TRADUZIONE dal libro versioni di greco per il triennio
Ἐδόκουν μὲν οὖν ἔγωγε ταῦτα παιδεύων τὸν υἱὸν ἐξ ὧν μάλιστα τὸ κοινὸν ὠφελεῖται, ἀμφοῖν τι ἡμῖν ἀγαθὸν ἀποβήσεσθαι• συμβέβηκε δέ μοι πολὺ παρὰ γνώμην τούτων. Τὸ γὰρ μειράκιον οὐχ ὕβρει οὐδὲ ἀκολασίᾳ, ἀλλὰ μελετῶν μετὰ τῶν ἡλίκων ἀκοντίζειν ἐν τῷ γυμνασίῳ, ἔβαλε μὲν, οὐκ ἀπέκτεινε δὲ οὐδένα κατά γε τὴν ἀλήθειαν ὧν ἔπραξεν, ἄλλου δ' εἰς αὑτὸν ἁμαρτόντος εἰς ἀκουσίους αἰτίας ἦλθεν. Εἰ μὲν γὰρ τὸ ἀκόντιον ἔξω τῶν ὅρων τῆς αὑτοῦ πορείας ἐπὶ τὸν παῖδα ἐξενεχθὲν ἔτρωσεν αὐτόν, οὐδεὶς ‹ἂν› ἡμῖν λόγος ὑπελείπετο μὴ φονεῦσιν εἶναι• τοῦ δὲ παιδὸς ὑπὸ τὴν τοῦ ἀκοντίου φορὰν ὑποδραμόντος καὶ τὸ σῶμα προστήσαντος, ‹ὁ μὲν διεκωλύθη› τοῦ σκοποῦ τυχεῖν, ὁ δὲ ὑπὸ τὸ ἀκόντιον ὑπελθὼν ἐβλήθη, καὶ τὴν αἰτίαν οὐχ ἡμετέραν οὖσαν προσέβαλεν ἡμῖν. Διὰ δὲ τὴν ὑποδρομὴν βληθέντος τοῦ παιδὸς, τὸ μὲν μειράκιον οὐ δικαίως ἐπικαλεῖται, οὐδένα γὰρ ἔβαλε τῶν ἀπὸ τοῦ σκοποῦ ἀφεστώτων•
L'onestà non è solo più lodevole della malvagità ma anche più vantaggiosa - Antifonte versione greco
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco ANTIFONTE
- Visite: 4
L'onestà non è solo più lodevole della malvagità,
ma anche più vantaggiosaVERSIONE DI GRECO di Antifonte
Οἱ πολλοὶ νομίζουσι τὴν μὲν ἀδικίαν ἐπονείδιστον μὲν εἶναι, κερδαλέαν δὲ καὶ πρὸς τὸν βίον συμφέρουσαν, τὴν δὲ διναιοσύνην εὐδόκιμον μὲν, ἀλυσιτελῆ δὲ° ἀλλ'ἁμαρτάνουσι° ἁμαρτάνει γὰρ ὅστις οἴεται τοὺς τὴν εὐσέβειαν καὶ τὴν δικαιοσύνην ἀσκοῦντας δυστυχεστέρους εἶναι τῶν πονηρῶν. Ὁρῶ μὲν γαρ τοὺς μὲν τὴν ἀδικίαν προτιμῶντας ἐν μεγάλοις κακοῖς ὂντας, τοὺς δὲ μετ'εὐσεβείας καὶ διναιοσύνης ζῶντας ἔν τε τοῖς παροῦσι χρόνοις ἀσφαλῶς διάγοντας καὶ περὶ τοῦ σύμπαντος αἰῶνος ἡδείας ἐλπίδας ἔχοντας.
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco ANTIFONTE
- Visite: 4
La propria coscienza e le leggi
VERSIONE DI GRECO di Antifonte
ΠΕΡΙ ΤΟΥ ΧΟΡΕΥΤΟΥ
Ἥδιστον μὲν, ὦ ἄνδρες δικασταὶ, ... τὰ μὴ καλῶς ἔχοντα διδάσκει τοὺς ἀνθρώπους.