- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: LUKEION - versioni di greco tradotte
- Visite: 4
ὡς δὲ πορευομένων ἐξεκύμαινέ τι τῆς φάλαγγος, τὸ ὑπολειπόμενον ἤρξατο δρόμῳ θεῖν· καὶ ἅμα ἐφθέγξαντο πάντες οἷον τῷ Ἐνυαλίῳ ἐλελίζουσι, καὶ πάντες δὲ ἔθεον. λέγουσι δέ τινες ὡς καὶ ταῖς ἀσπίσι πρὸς τὰ δόρατα ἐδούπησαν φόβον ποιοῦντες τοῖς ἵπποις. πρὶν δὲ τόξευμα ἐξικνεῖσθαι ἐκκλίνουσιν οἱ βάρβαροι καὶ φεύγουσι. καὶ ἐνταῦθα δὴ ἐδίωκον μὲν κατὰ κράτος οἱ Ἕλληνες, ἐβόων δὲ ἀλλήλοις μὴ θεῖν δρόμῳ, λλ' ἐν τάξει ἕπεσθαι. τὰ δ' ἅρματα ἐφέροντο τὰ μὲν δι' αὐτῶν τῶν πολεμίων, τὰ δὲ καὶ διὰ τῶν Ἑλλήνων κενὰ ἡνιόχων. οἱ δ' ἐπεὶ προΐδοιεν, διίσταντο· ἔστι δ' ὅστις καὶ κατελήφθη ὥσπερ ἐν ἱπποδρόμῳ ἐκπλαγείς· καὶ οὐδὲν μέντοι οὐδὲ τοῦτον παθεῖν ἔφασαν, οὐδ' ἄλλος δὲ τῶν Ἑλλήνων ἐν ταύτῃ τῇ μάχῃ ἔπαθεν οὐδεὶς οὐδέν, πλὴν ἐπὶ τῷ εὐωνύμῳ τοξευθῆναί τις ἐλέγετο.
Quando una parte della falange, mentre avanzavano, uscì di linea, quella che restava iniziò a correre; e contemporaneamente tutti gridarono (ἐφθέγξαντο aor φθέγγομαι) come tutti gridano (ἐλελίζω pres) per Enialio, e tutti correvano (ἔθεον imperf θέω) Alcuni raccontano anche che fecero un rimbombo (aor δουπέω) battendo con gli scudi sulle aste, facendo paura ai cavalli. Prima di giungere (ἐξικνέομαι inf pres) a tiro di freccia i Barbari si ritirano e fuggono. E in quel momento i Greci (li) inseguivano con tutte le forze ( κατὰ κράτος sul vocabolario) gridavano ἐβόων imperf βοάω att) l'uno con l'altro di non mettersi a correre, ma di stargli dietro (ἕπεσθαι, inf mp ἕπομαι) in ordine. Venivano portati i carri, alcuni attraverso gli stessi nemici, altri anche fra i Greci privi di guidatore. Quelli ogni volta che (προεῖδον, προΐδοιεν aor ottativo att 3a pl) li videro davanti (διίσταντο imperf διίστημι) si separavano. Ci fu (lett pres) anche chi veniva catturato come sorpreso nell'ippodromo; dissero che nessuno fu sottoposto a sofferenza (παθεῖν inf aor πάσχω), nemmeno lui (costui) né nessun altro fra i Greci (gen part) patì in questa battaglia nulla. A parte il fatto che si disse che uno all'ala sinistra fosse stato colpito da una freccia.
(By Vogue)
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: LUKEION - versioni di greco tradotte
- Visite: 4
πλεῖστοι μὲν οὖν κατηγοροῦσιν ἀμφοῖν τοῖν πολέοιν, ὅτι προσποιούμεναι κινδυνεῦσαι πρὸς τοὺς βαρβάρους ὑπὲρ τῶν Ἑλλήνων οὐκ εἴασαν τὰς πόλεις αὐτονόμους εἶναι καὶ διοικῆσαι τὰ σφέτερ' αὐτῶν ὅπως ἑκάστῃ συνέφερεν, ἀλλ' ὥσπερ αἰχμαλώτους εἰληφυῖαι διελόμεναι κατεδουλώσαντο πάσας αὐτάς, καὶ παραπλήσιον ἐποίησαν τοῖς παρὰ μὲν τῶν ἄλλων τοὺς οἰκέτας εἰς ἐλευθερίαν ἀφαιρουμένοις, σφίσι δ' αὐτοῖς δουλεύειν ἀναγκάζουσιν. τοῦ δὲ λέγεσθαι ταῦτα καὶ πολὺ πλείω καὶ πικρότερα τούτων οὐχ ἡμεῖς αἴτιοι γεγόναμεν, ἀλλ' οἱ νῦν μὲν ἐν τοῖς λεγομένοις ἡμῖν ἀντιτεταγμένοι, τὸν δ' ἄλλον χρόνον ἐν τοῖς πραττομένοις ἅπασιν. τοὺς μὲν γὰρ ἡμετέρους προγόνους οὐδεὶς ἂν ἐπιδείξειεν ἐν τοῖς ἐπέκεινα χρόνοις τοῖς ἀναριθμήτοις οὐδεμιᾶς πόλεως οὔτε μείζονος οὔτ' ἐλάττονος ἄρχειν ἐπιχειρήσαντας: Λακεδαιμονίους δὲ πάντες ἴσασιν, ἀφ' οὗ περ εἰς Πελοπόννησον εἰσῆλθον, οὐδὲν ἄλλο πράττοντας οὐδὲ βουλευομένους πλὴν ὅπως μάλιστα μὲν ἁπάντων ἄρξουσιν, εἰ δὲ μή, Πελοποννησίων.
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: LUKEION - versioni di greco tradotte
- Visite: 4
ἔτι ὦ ἄνδρες, ἄξιον ἦν θεάσασθαι Σωκράτη, ὅτε ἀπὸ Δηλίου φυγῇ ἀνεχώρει τὸ στρατόπεδον· ἔτυχον γὰρ παραγενόμενος ἵππον ἔχων, οὗτος δὲ ὅπλα. ἀνεχώρει οὖν ἐσκεδασμένων ἤδη τῶν ἀνθρώπων οὗτός τε ἅμα καὶ Λάχης· καὶ ἐγὼ περιτυγχάνω, καὶ ἰδὼν εὐθὺς παρακελεύομαί τε αὐτοῖς θαῤῥεῖν, καὶ ἔλεγον ὅτι οὐκ ἀπολείψω αὐτώ. ἐνταῦθα δὴ καὶ κάλλιον ἐθεασάμην Σωκράτη ἢ ἐν Ποτειδαίᾳ. αὐτὸς γὰρ ἧττον ἐν φόβῳ ἦ διὰ τὸ ἐφ᾽ ἵππου εἶναι· πρῶτον μὲν ὅσον περιῆν Λάχητος τῷ ἔμφρων εἶναι· ἔπειτα ἔμοιγ᾽ ἐδόκει, ὦ Ἀριστόφανες, τὸ σὸν δὴ τοῦτο, καὶ ἐκεῖ διαπορεύεσθαι ὥσπερ καὶ ἐνθάδε, “ βρενθυόμενος καὶ τὠφθαλμὼ παραβάλλων ἠρέμα παρασκοπῶν καὶ τοὺς φιλίους καὶ τοὺς πολεμίους, δῆλος ὢν παντὶ καὶ πάνυ πόῤῥωθεν ὅτι εἴ τις ἅψεται τούτου τοῦ ἀνδρός, μάλα ἐῤῥωμένως ἀμυνεῖται. διὸ καὶ ἀσφαλῶς ἀπῄει καὶ οὗτος καὶ ὁ ἑταῖρος· σχεδὸν γάρ τι τῶν οὕτω διακειμένων ἐν τῷ πολέμῳ οὐδὲ ἅπτονται, ἀλλὰ τοὺς προτροπάδην φεύγοντας διώκουσιν.
LUKEION - versione greco - Cesare in senato si oppone alla pena di morte contro i catilinari - Pluta
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: LUKEION - versioni di greco tradotte
- Visite: 4
versione greco libro lukeion numero 102 pagina 299
Ὅθεν οἱ περὶ Πίσωνα καὶ Κάτλον ᾐτιῶντο Κικέρωνα, φεισάμενον Καίσαρος ἐν τοῖς περὶ Κατιλίναν λαβὴν παρασχόντος. ὁ γὰρ δὴ Κατιλίνας οὐ μόνον τὴν πολιτείαν μεταβαλεῖν, ἀλλ’ ὅλην ἀνελεῖν τὴν ἡγεμονίαν καὶ πάντα τὰ πράγματα συγχέαι διανοηθείς, αὐτὸς μὲν ἐξέπεσε, περιπταίσας ἐλάττοσιν ἐλέγχοις πρὸ τοῦ τὰς ἐσχάτας αὐτοῦ βουλὰς ἀποκαλυφθῆναι, Λέντλον δὲ καὶ Κέθηγον ἐν τῇ πόλει διαδόχους ἀπέλιπε τῆς συνωμοσίας· οἷς εἰ μὲν κρύφα παρεῖχέ τι θάρσους καὶ δυνάμεως ὁ Καῖσαρ, ἄδηλόν ἐστιν, ἐν δὲ τῇ βουλῇ κατὰ κράτος ἐξελεγχθέντων, καὶ Κικέρωνος τοῦ ὑπάτου γνώμας ἐρωτῶντος περὶ κολάσεως ἕκαστον, οἱ μὲν ἄλλοι μέχρι Καίσαρος θανατοῦν ἐκέλευον, ὁ δὲ Καῖσαρ ἀναστὰς λόγον διῆλθε πεφροντισμένον, ὡς ἀποκτεῖναι μὲν ἀκρίτους ἄνδρας ἀξιώματι καὶ γένει λαμπροὺς οὐ δοκεῖ πάτριον οὐδὲ δίκαιον εἶναι μὴ μετὰ τῆς ἐσχάτης ἀνάγκης·
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: LUKEION - versioni di greco tradotte
- Visite: 4
L'esempio di Alcesti che si sacrificò per amore del marito versione greco Platone traduzione libro lukeion
Και μην υπεραποθνησκειν γε μονοι εθελουσιν οι ερωντες, ου μονον οι ανδρες, αλλα και αι γυναικες. Τουτου δε και η Πελιου θυγατηρ Αλκηστις ικανην μαρτυριαν παρεχεται υπερ τουδε του λογου εις τους Ελληνας, εθελησασα μονη υπερ του αυτης ανδρος αποθανειν, οντων αυτω πατρος τε και μητρος, ους εκεινη τοσουτον υπερεβαλετο τη φιλια δια τον ερωτα, ωστε αποδειξαι αυτους αλλοτριους οντας τω υιει και ονοματι μονον προσηκοντας. Και τουτ' εργασαμενη το εργον, ουτω καλον εδοξεν εργασασθαι ου μονον ανθρωποις αλλα και θεοις, ωστε πολλων πολλα και καλα εργασαμενων, ευαριθμητοις δη τισιν εδοσαν τουτο γερας οι θεοι, εξ Αιδου ανειναι παλιν την ψυχην, αλλα την εκεινης ανεισαν αγασθεντες τω εργω· ουτω και θεοι την περι τον ερωτα σπουδην τε και αρετην μαλιστα τιμωσιν