- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: VERSIONI DI GRECO PER IL TRIENNIO - versioni greco
- Visite: 3
Serse punisce il mare
VERSIONE DI GRECO di Erodoto
TRADUZIONE dal libro versioni per il triennio.
καὶ δὴ ἐζευγμένου τοῦ πόρου ἐπιγενόμενος χειμὼν μέγας συνέκοψέ τε ἐκεῖνα πάντα καὶ διέλυσε. ] ὡς δ᾽ ἐπύθετο Ξέρξης, δεινὰ ποιεύμενος τὸν Ἑλλήσποντον ἐκέλευσε τριηκοσίας ἐπικέσθαι μάστιγι πληγὰς καὶ κατεῖναι ἐς τὸ πέλαγος πεδέων ζεῦγος. ἤδη δὲ ἤκουσα ὡς καὶ στιγέας ἅμα τούτοισι ἀπέπεμψε στίξοντας τὸν Ἑλλήσποντον. ἐνετέλλετο δὲ ὦν ῥαπίζοντας λέγειν βάρβαρά τε καὶ ἀτάσθαλα· «ὦ πικρὸν ὕδωρ, δεσπότης τοι δίκην ἐπιτιθεῖ τήνδε, ὅτι μιν ἠδίκησας οὐδὲν πρὸς ἐκείνου ἄδικον παθόν. καὶ βασιλεὺς μὲν Ξέρξης διαβήσεταί σε, ἤν τε σύ γε βούλῃ ἤν τε μή· σοὶ δὲ κατὰ δίκην ἄρα οὐδεὶς ἀνθρώπων θύει ὡς ἐόντι καὶ θολερῷ καὶ ἁλμυρῷ ποταμῷ. » τήν τε δὴ θάλασσαν ἐνετέλλετο τούτοισι ζημιοῦν καὶ τῶν ἐπεστεώτων τῇ ζεύξι τοῦ Ἑλλησπόντου ἀποταμεῖν τὰς κεφαλάς.
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: VERSIONI DI GRECO PER IL TRIENNIO - versioni greco
- Visite: 3
La maturità spirituale prodotta dall'educazione
VERSIONE DI GRECO di Isocrate
TRADUZIONE dal libro Versioni di greco per il triennio
Τίνας οὖν καλῶ πεπαιδευμένους, ἐπειδὴ τὰς τέχνας καὶ τὰς ἐπιστήμας καὶ τὰς δυνάμεις ἀποδοκιμάζω; Πρῶτον μὲν τοὺς καλῶς χρωμένους τοῖς πράγμασι τοῖς κατὰ τὴν ἡμέραν ἑκάστην προσπίπτουσι, καὶ τὴν δόξαν ἐπιτυχῆ τῶν καιρῶν ἔχοντας καὶ δυναμένην ὡς ἐπὶ τὸ πολὺ στοχάζεσθαι τοῦ συμφέροντο ἔπειτα τοὺς πρεπόντως καὶ δικαίως ὁμιλοῦντας τοῖς ἀεὶ πλησιάζουσι, καὶ τὰς μὲν τῶν ἄλλων ἀηδίας καὶ βαρύτητας εὐκόλως καὶ ῥᾳδίως φέροντας, σφᾶς δ' αὐτοὺς ὡς δυνατὸν ἐλαφροτάτους καὶ μετριωτάτους τοῖς συνοῦσι παρέχοντας· ἔτι τοὺς τῶν μὲν ἡδονῶν ἀεὶ κρατοῦντας, τῶν δὲ συμφορῶν μὴ λίαν ἡττωμένους, ἀλλ' ἀνδρωδῶς ἐν αὐταῖς διακειμένους καὶ τῆς φύσεως ἀξίως, ἧς μετέχοντες τυγχάνομεν· τέταρτον, ὅπερ μέγιστον, τοὺς μὴ διαφθειρομένους ὑπὸ τῶν εὐπραγιῶν μηδ' ἐξισταμένους αὑτῶν μηδ' ὑπερηφάνους γιγνομένους, ἀλλ' ἐμμένοντας τῇ τάξει τῇ τῶν εὖ φρονούντων καὶ μὴ μᾶλλον χαίροντας τοῖς διὰ τύχην ὑπάρξασιν ἀγαθοῖς ἢ τοῖς διὰ τὴν αὑτῶν φύσιν καὶ φρόνησιν ἐξ ἀρχῆς γιγνομένο
TRADUZIONE
Quali sono allora le persone che considero dotate di una perfetta formazione, dato che scarto le conoscenze tecniche e scientifiche e le doti naturali? In primo luogo quelle persone che sanno affrontare i problemi che capitano quotidianamente e hanno un'opinione adeguata sulle varie circostanze e capace di mirare perlopiù all'utile. In secondo luogo guanti hanno rapporti rispettosi e corretti con i loro parenti più prossimi e sopportano con serenità e disponibilità le scortesie e le asprezze del carattere altrui, mostrandosi quanto più possibile gentili ed equilibrati in compagnia. E ancora coloro che sanno sempre dominare le loro Passioni, non si fanno abbattere eccessivamente dalle sventure, ma quando vi si trovano si comportano da uomini, con un atteggiamento degno della natura di cui siamo dotati. Quarto punto, il più importante, gli uomini ni che non si lasciano distruggere dal successo, che non perdono la testa e non cedono all'orgoglio, ma retano nella schiera dei saggi, che non si rallegrano dei bel beni fortuiti più che di quelli che sono fin dall'inizio imputabili alla loro natura e alla loro saggezza. Ebbene, quelli che hanno un habitus spirituale che si accorda non con una sola, ma con tutte queste qualità, a mio parere sono uomini saggi, completi e forniti di ogni virtù.
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: VERSIONI DI GRECO PER IL TRIENNIO - versioni greco
- Visite: 3
Le parole sono inadeguate a lodare le grandi imprese
VERSIONE DI GRECO di Isocrate
TRADUZIONE dal libro Versioni di greco per il triennio
Tοιαύταις διανοίαις χρώμενοι, καὶ τοὺς νεωτέρους ἐν τοῖς τοιούτοις ἤθεσι παιδεύοντες, οὕτως ἄνδρας ἀγαθοὺς ἀπέδειξαν τοὺς πολεμήσαντας πρὸς τοὺς ἐκ τῆς Ἀσίας, ὥστε μηδένα πώποτε δυνηθῆναι περὶ αὐτῶν αὐτῶν μήτε τῶν ποιητῶν μήτε τῶν σοφιστῶν ἀξίως τῶν ἐκείνοις ἐκείνοις πεπραγμένων εἰπεῖν. καὶ πολλὴν αὐτοῖς ἔχω συγγνώμην: ὁμοίως γάρ ἐστι χαλεπὸν ἐπαινεῖν τοὺς ὑπερβεβληκότας τὰς τῶν ἄλλων ἀρετὰς ὥσπερ τοὺς μηδὲν ἀγαθὸν πεποιηκότας: τοῖς μὲν γὰρ οὐχ ὕπεισι πράξεις, πρὸς δὲ τοὺς οὐκ εἰσὶν ἁρμόττοντες λόγοι. πῶς γὰρ ἂν γένοιντο σύμμετροι τοιούτοις ἀνδράσιν, οἳ τοσοῦτον μὲν τῶν ἐπὶ Τροίαν στρατευσαμένων διήνεγκαν, ὅσον οἱ μὲν περὶ μίαν πόλιν ἔτη δέκα διέριψαν, οἱ δὲ τὴν ἐξ ἁπάσης τῆς Ἀσίας δύναμιν ἐν ὀλίγῳ χρόνω κατεπολέμησαν, οὐ μόνον δὲ τὰς αὑτῶν πατρίδας διέσωσαν, ἀλλὰ καὶ τὴν σύμπασαν Ἑλλάδα ἠλευθέρωσαν.
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: VERSIONI DI GRECO PER IL TRIENNIO - versioni greco
- Visite: 3
Doti di Alessandro - Arriano
versione da versioni greche per il triennio
καὶ ἐκ τῶν φαινομένων τὸ εἰκὸς ξυμβαλεῖν ἐπιτυχέστατος͵ καὶ τάξαι στρατιὰν καὶ ὁπλίσαιτε καὶ κοσμῆσαι δαημονέστατος· καὶ τὸν θυμὸν τοῖςστρατιώταις ἐπᾶραι καὶ ἐλπίδων ἀγαθῶν ἐμπλῆσαι καὶτὸ δεῖμα ἐν τοῖς κινδύνοις τῷ ἀδεεῖ τῷ αὑτοῦ ἀφανίσαι͵ξύμπαντα ταῦτα γενναιότατος. καὶ οὖν καὶ ὅσα ἐντῷ ἐμφανεῖ πρᾶξαι͵ ξὺν μεγίστῳ θάρσει ἔπραξεν͵ ὅσατε φθάσας ὑφαρπάσαι τῶν πολεμίων͵ πρὶν καὶ δεῖσαίτινα αὐτὰ ὡς ἐσόμενα͵ προλαβεῖν δεινότατος· καὶ τὰμὲν ξυντεθέντα ἢ ὁμολογηθέντα φυλάξαι βεβαιότατος͵πρὸς δὲ τῶν ἐξαπατώντων μὴ ἁλῶναι ἀσφαλέστατος͵χρημάτων τε ἐς μὲν ἡδονὰς τὰς αὑτοῦ φειδωλότατος͵ἐς δὲ εὐποιΐαν τῶν πέλας ἀφθονώτατος. Εἰ δέ τι ἐπλημμελήθη Ἀλεξάνδρῳ δι΄ ὀξύτητα ἢὑπ΄ ὀργῆς͵ ἢ εἴ τι ἐς τὸ ὑπερογκότερον προήχθη βαρβαρίσαι͵ οὐ μεγάλα τίθεμαι ἔγωγε͵ εἰ τὴν νεότητά τέτις τὴν Ἀλεξάνδρου μὴ ἀνεπιεικῶς ἐνθυμηθείη καὶ τὸδιηνεκὲς τῆς εὐτυχίας καὶ τοὺς πρὸς ἡδονήν͵ οὐκ ἐπὶτῷ βελτίστῳ͵ τοῖς βασιλεῦσι ξυνόντας τε καὶ ἐπὶ κακῷξυνεσομένους· ἀλλὰ μεταγνῶναί γε ἐφ΄ οἷς ἐπλημμέλησε μόνῳ οἶδα τῶν πάλαι βασιλέων Ἀλεξάνδρῳὑπάρξαι ὑπὸ γενναιότητος. οἱ δὲ πολλοί͵ εἰ καί τιἔγνωσαν πλημμελήσαντες͵ οἱ δὲ τῷ προηγορεῖν αὐτοῦ͵ὡς καλῶς δὴ πραχθέντος͵ ἐπικρύψειν οἴονται τὴνἁμαρτίαν͵ κακῶς γιγνώσκοντες. μόνη γὰρ ἔμοιγε δοκεῖἴασις ἁμαρτίας ὁμολογεῖν τε ἁμαρτόντα καὶ δῆλον εἶναιἐπ΄ αὐτῷ μεταγιγνώσκοντα͵ ὡς τοῖς τε παθοῦσί τι ἄχαριοὐ πάντῃ χαλεπὰ τὰ παθήματα φαινόμενα͵ εἰ ὁ δράσαςαὐτὰ ξυγχωροίη ὅτι οὐ καλὰ ἔδρασεν͵ αὐτῷ τέ τινιἐς τὸ μέλλον ταύτην ἐλπίδα ἀγαθὴν ὑπολειπομένην͵μή ποτε ἂν παραπλήσιόν τι ἁμαρτεῖν͵ εἰ τοῖς πρόσθενπλημμεληθεῖσιν ἀχθόμενος φαίνοιτο. ὅτι δὲ ἐς θεὸντὴν γένεσιν τὴν αὑτοῦ ἀνέφερεν͵ οὐδὲ τοῦτο ἐμοὶδοκεῖ μέγα εἶναι αὐτῷ τὸ πλημμέλημα͵ εἰ μὴ καὶσόφισμα ἦν τυχὸν ἐς τοὺς ὑπηκόους τοῦ σεμνοῦ ἕνεκa