- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: TRIAKONTA - versioni greco tradotte
- Visite: 6
Ἔτι δὲ παιδὸς τοῦ Κάτωνος ὄντος, ἔπραττον οἱ σύμμαχοι τῶν Ῥωμαίων ὅπως μεθέξουσι τῆς ἐν Ῥώμῃ πολιτείας· καί τις Πομπαίδιος Σίλλων, ἀνὴρ πολεμικὸς καὶ μέγιστον ἔχων ἀξίωμα, τοῦ δὲ Δρούσου φίλος, κατέλυσε παρ´ αὐτῷ πλείονας ἡμέρας, ἐν αἷς γεγονὼς τοῖς παιδίοις συνήθης, „ἄγ´“ εἶπεν „ὅπως ὑπὲρ ἡμῶν δεήσεσθε τοῦ θείου συναγωνίσασθαι περὶ τῆς πολιτείας. “ ὁ μὲν οὖν Καιπίων διαμειδιάσας ἐπένευσε, τοῦ δὲ Κάτωνος οὐδὲν ἀποκριναμένου καὶ βλέποντος εἰς τοὺς ξένους ἀτενὲς καὶ βλοσυρόν, ὁ Πομπαίδιος „σὺ δ´“ εἶπεν „ἡμῖν ὦ νεανία τί λέγεις; οὐχ οἷος εἶ τοῖς ξένοις συλλαμβάνεσθαι πρὸς τὸν θεῖον ὥσπερ ὁ ἀδελφός;“ μὴ φθεγγομένου δὲ τοῦ Κάτωνος, ἀλλὰ τῇ σιωπῇ καὶ τῷ προσώπῳ δοκοῦντος ἀπολέγεσθαι τὴν δέησιν, ἀράμενος αὐτὸν ὁ Πομπαίδιος ὑπὲρ θυρίδος ὡς ἀφήσων, ὁμολογεῖν ἐκέλευεν, ἢ ῥίψειν ἔφασκεν, ἅμα τῇ τε φωνῇ τραχυτέρᾳ χρώμενος, καὶ ταῖς χερσὶν ἀπηρτημένον τὸ σῶμα πολλάκις ὑπὲρ τῆς θυρίδος κραδαίνων. Ἐπεὶ δὲ πολὺν χρόνον οὕτω διεκαρτέρησεν ὁ Κάτων ἀνέκπληκτος καὶ ἀδεής, καταθέμενος αὐτὸν ὁ Πομπαίδιος ἡσυχῇ πρὸς τοὺς φίλους εἶπεν· „οἷον εὐτύχημα τῆς Ἰταλίας ὅτι παῖς οὗτός ἐστιν· εἰ δ´ ἀνὴρ ἦν, μίαν οὐκ ἂν οἶμαι ψῆφον ἡμῖν ἐν τῷ δήμῳ γενέσθαι. “
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: TRIAKONTA - versioni greco tradotte
- Visite: 6
Triakonta versione numero 6
Inizio: Εκεινοι μεν τον Κικερωνα συνεχως ανεκαλουν Fine: καὶ τοῦ κινδύνου τοῦ τοῖς δράσασιν αὐτὸ συμβάντος ὡς καὶ συνεπιβουλεύσαντές σφισι μετέσχον.
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: TRIAKONTA - versioni greco tradotte
- Visite: 6
Triakonta pagina 354 numero 3
inizio : λεγονται δε πεσειν μεν εν τη μαχη Ρωμανιων ... fine : τοτε πασαν ολιγου δειν υφ'αυτω ποιησασθαι την Ιταλιαν
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: TRIAKONTA - versioni greco tradotte
- Visite: 6
Triakonta pagina 256 numero 7
Inizio: Πρόδικος δὲ ὁ σοφὸς φησιν Ηρακλεα, ἐπεὶ ἐκ παίδων εἰς ἥβην ὡρμᾶτο, Fine: πολλάκις δὲ καὶ εἰς τὴν ἑαυτῆς σκιὰν ἀποβλέπειν.
Clicca qui per testo greco completo e traduzione triakonta
Altre versioni con questo stesso titolo
Eracle al bivio versione greco Hellenikon phronema -Ercole al bivio versione greco del libro Gymnasion - Eracle al bivio: infanzia di Eracle - Eracle al bivio: le due donne -
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: TRIAKONTA - versioni greco tradotte
- Visite: 5
οἱ οὖν περὶ τὸν Θηραμένην παρεσκεύασαν ἀνθρώπους μέλανα ἱμάτια ἔχοντας καὶ ἐν χρῷ κεκαρμένους πολλοὺς ἐν ταύτῃ τῇ ἑορτῇ, ἵνα πρὸς τὴν ἐκκλησίαν ἥκοιεν, ὡς δὴ συγγενεῖς ὄντες τῶν ἀπολωλότων, καὶ Καλλίξενον ἔπεισαν ἐν τῇ βουλῇ κατηγορεῖν τῶν στρατηγῶν. ἐντεῦθεν ἐκκλησίαν ἐποίουν, εἰς ἣν ἡ βουλὴ εἰσήνεγκε τὴν ἑαυτῆς γνώμην Καλλιξένου εἰπόντος τήνδε· Ἐπειδὴ τῶν τε κατηγορούντων κατὰ τῶν στρατηγῶν καὶ ἐκείνων ἀπολογουμένων ἐν τῇ προτέρᾳ ἐκκλησίᾳ ἀκηκόασι, διαψηφίσασθαι Ἀθηναίους ἅπαντας κατὰ φυλάς· θεῖναι δὲ εἰς τὴν φυλὴν ἑκάστην δύο ὑδρίας· ἐφ᾽ ἑκάστῃ δὲ τῇ φυλῇ κήρυκα κηρύττειν, ὅτῳ δοκοῦσιν ἀδικεῖν οἱ στρατηγοὶ οὐκ ἀνελόμενοι τοὺς νικήσαντας ἐν τῇ ναυμαχίᾳ, εἰς τὴν προτέραν ψηφίσασθαι, ὅτῳ δὲ μή, εἰς τὴν ὑστέραν· ἂν δὲ δόξωσιν ἀδικεῖν, θανάτῳ ζημιῶσαι καὶ τοῖς ἕνδεκα παραδοῦναι καὶ τὰ χρήματα δημοσιεῦσαι, τὸ δ᾽ ἐπιδέκατον τῆς θεοῦ εἶναι