- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco di Senofonte
- Visite: 3
Πῶς οὖν αὐτὸς ὢν τοιοῦτος ἄλλους ἂν ἢ ἀσεβεῖς ἢ παρανόμους ἢ λίχνους ἢ ἀφροδισίων ἀκρατεῖς ἢ πρὸς τὸ πονεῖν μαλακοὺς ἐποίησεν; Ἀλλ' ἔπαυσε μὲν τούτων πολλοὺς ἀρετῆς ποιήσας ἐπιθυμεῖν καὶ ἐλπίδας παρασχών, ἂν ἑαυτῶν ἐπιμελῶνται, καλοὺς κἀγαθοὺς ἔσεσθαι· καίτοι γε οὐδεπώποτε ὑπέσχετο διδάσκαλος εἶναι τούτου, ἀλλὰ τῷ φανερὸς εἶναι τοιοῦτος ὢν ἐλπίζειν ἐποίει τοὺς συνδιατρίβοντας ἑαυτῷ μιμουμένους ἐκεῖνον τοιούτους γενήσεσθαι. (Versione greco da Senofonte)
In che modo dunque essendo lui stesso tale oltraggiò (lett pres) in modo sacrilego gli altri o li rese violenti nei piaceri fisici, o deboli nel sopportare le fatiche? Impedì invece molte di queste cose (τούτων) portandoli a desiderare la virtù e dandogli speranza, se si fossero dedicati a loro stessi, di diventare belli e virtuosi. Eppure non si è mai impegnato ad essere loro maestro ma a chi gli era chiaro questo gli faceva sperare che quelli che coloro che passavano il tempo con lui imitandolo sarebbero diventati tali (uguali a lui).
(By Anna Maria Di Leo)
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco di Senofonte
- Visite: 3
Τῇ δ' ὑστεραίᾳ πρῲ Κῦρος μὲν ἐθύετο, ὁ δ' ἄλλος στρατὸς ἀριστήσας καὶ σπονδὰς ποιησάμενος ἐξωπλίζετο πολλοῖς μὲν καὶ καλοῖς χιτῶσι, πολλοῖς δὲ καὶ καλοῖς θώραξι καὶ κράνεσιν· ὥπλιζον δὲ καὶ ἵππους προμετωπιδίοις καὶ προστερνιδίοις· καὶ τοὺς μὲν μονίππους παραμηριδίοις, τοὺς δ' ὑπὸ τοῖς ἅρμασιν ὄντας παραπλευριδίοις· ὥστε ἤστραπτε μὲν χαλκῷ, ἤνθει δὲ φοινικίσι πᾶσα ἡ στρατιά. [2] Καὶ τῷ Ἀβραδάτᾳ δὲ τὸ τετράρρυμον ἅρμα καὶ ἵππων ὀκτὼ παγκάλως ἐκεκόσμητο. ἐπεὶ δ' ἔμελλε τὸν λινοῦν θώρακα, ὃς ἐπιχώριος ἦν αὐτοῖς, ἐνδύεσθαι, προσφέρει αὐτῷ ἡ Πάνθεια ‹χρυσοῦν› καὶ χρυσοῦν κράνος καὶ περιβραχιόνια καὶ ψέλια πλατέα περὶ τοὺς καρποὺς τῶν χειρῶν καὶ χιτῶνα πορφυροῦν ποδήρη στολιδωτὸν τὰ κάτω καὶ λόφον ὑακινθινοβαφῆ. ταῦτα δ' ἐποιήσατο λάθρᾳ τοῦ [3] ἀνδρὸς ἐκμετρησαμένη τὰ ἐκείνου ὅπλα. ὁ δὲ ἰδὼν ἐθαύμασέ τε καὶ ἐπήρετο τὴν Πάνθειαν· Οὐ δήπου, ὦ γύναι, συγκόψασα τὸν σαυτῆς κόσμον τὰ ὅπλα μοι ἐποιήσω; Μὰ Δί', ἔφη ἡ Πάνθεια, οὔκουν τόν γε πλείστου ἄξιον· σὺ γὰρ ἔμοιγε, ἢν καὶ τοῖς ἄλλοις φανῇς οἷόσπερ ἐμοὶ δοκεῖς εἶναι, μέγιστος κόσμος ἔσῃ. ταῦτα δὲ λέγουσα ἅμα ἐνέδυε τὰ ὅπλα, καὶ λανθάνειν μὲν ἐπειρᾶτο, ἐλείβετο δὲ αὐτῇ τὰ δάκρυα κατὰ τῶν παρειῶν...
Il giorno seguente, al mattino presto, Ciro faceva sacrifici, mentre il resto dell'esercito dopo essersi distinto in battaglia, si equipaggiava con molte e belle corazze, molti e belli scudi ed elmi. Equipaggiavano anche i cavalli con frontali e pettorali e i cavalli da corsa con i cosciali e quelli che erano per i carri con parafianchi: così che tutto l' esercito risplendeva per il bronzo e brillava con la porpora. Anche Abradata aveva adornato perfettamente il suo carro...(CONTINUA)
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco di Senofonte
- Visite: 2
Ἐντεῦθεν Κῦρος ἐξελαύνει σταθμοὺς τρεῖς παρασάγγας πεντεκαίδεκα ἐπὶ τὸν Εὐφράτην ποταμόν, ὄντα τὸ εὖρος τεττάρων σταδίων· καὶ πόλις αὐτόθι ᾠκεῖτο μεγάλη καὶ εὐδαίμων Θάψακος ὄνομα. Ἐνταῦθα ἔμεινεν ἡμέρας πέντε. Καὶ Κῦρος μεταπεμψάμενος τοὺς στρατηγοὺς τῶν Ἑλλήνων ἔλεγεν ὅτι ἡ ὁδὸς ἔσοιτο πρὸς βασιλέα μέγαν' εἰς Βαβυλῶνα· καὶ κελεύει αὐτοὺς λέγειν ταῦτα τοῖς στρατιώταις καὶ ἀναπείθειν ἕπεσθαι. Οἱ δὲ ποιήσαντες ἐκκλησίαν ἀπήγγελλον ταῦτα· οἱ δὲ στρατιῶται ἐχαλέπαινον τοῖς στρατηγοῖς, καὶ ἔφασαν αὐτοὺς πάλαι ταῦτ᾽ εἰδότας κρύπτειν, καὶ οὐκ ἔφασαν ἰέναι, ἐὰν μή τις αὐτοῖς χρήματα διδῷ, ὥσπερ τοῖς προτέροις μετὰ Κύρου ἀναβᾶσι παρὰ τὸν πατέρα τοῦ Κύρου, καὶ ταῦτα οὐκ ἐπὶ μάχην ιόντων, ἀλλὰ καλοῦντος τοῦ πατρὸς Κῦρον. Ταῦτα οἱ στρατηγοὶ Κύρῳ ἀπήγγελλον· ὁ δ᾽ ὑπέσχετο ἀνδρὶ ἑκάστῳ δώσειν πέντε ἀργυρίου μνᾶς, ἐπὰν εἰς Βαβυλῶνα ἥκωσι, καὶ τὸν μισθὸν ἐντελῆ μέχρι ἂν καταστήσῃ τοὺς Ἕλληνας εἰς Ἰωνίαν πάλιν. Τὸ μὲν δὴ πολὺ τοῦ Ἑλληνικοῦ οὕτως ἐπείσθη. (Senofonte, Anabasi)
Traduzione letterale
Ciro marcia tre tappe per quindici parasanghe verso il Fiume Eufrate, che ha (è) la larghezza di quattro stadi. E proprio lì era abitata (οἰκέω ) una grande e ricca Città di nome Tapsaco. Rimaneva qui cinque giorni. E Ciro dopo aver mandato a chiamare i comandanti dei Greci diceva che la spedizione sarebbe stata contro il Gran Re a Babilonia; e ordina(va) [lett pres] loro di dire queste cose ai soldati e di convincerli (ἀναπείθειν, ἀναπείθω pres inf ac) a seguirlo (ἕπεσθαι, ἕπομαι pres inf mp)....(CONTINUA)
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco di Senofonte
- Visite: 3
Μετὰ ταῦτα περιέμενον Τισσαφέρνην οἵ τε Ἕλληνες καὶ ὁ Ἀριαῖος ἐγγὺς ἀλλήλων ἐστρατοπεδευμένοι ἡμέρας πλείους ἢ εἴκοσιν. Ἐν δὲ ταύταις ἀφικνοῦνται πρὸς Ἀριαῖον καὶ οἱ ἀδελφοὶ καὶ οἱ ἄλλοι ἀναγκαῖοι καὶ πρὸς τοὺς σὺν ἐκείνῳ Περσῶν τινες, οἳ παρεθάρρυνόν τε καὶ δεξιὰς ἐνίοις παρὰ βασιλέως ἔφερον μὴ μνησικακήσειν βασιλέα αὐτοῖς τῆς σὺν Κύρῳ ἐπιστρατείας μηδὲ ἄλλου μηδενὸς τῶν παροιχομένων. Τούτων δὲ γιγνομένων ἔνδηλοι ἦσαν οἱ περὶ Ἀριαῖον ἧττον προσέχοντες τοῖς Ἕλλησι τὸν νοῦν· ὥστε καὶ διὰ τοῦτο τοῖς μὲν πολλοῖς τῶν Ἑλλήνων οὐκ ἤρεσκον, ἀλλὰ προσιόντες τῷ Κλεάρχῳ ἔλεγον καὶ τοῖς ἄλλοις στρατηγοῖς· “Τί μένομεν; Ἢ οὐκ ἐπιστάμεθα ὅτι βασιλεὺς ἡμᾶς ἀπολέσαι ἂν περὶ παντὸς ποιήσαιτο, ἵνα καὶ τοῖς ἄλλοις Ἕλλησι φόβος εἴη ἐπὶ βασιλέα μέγαν στρατεύειν; καὶ νῦν μὲν ἡμᾶς ὑπάγεται μένειν διὰ τὸ διεσπάρθαι αὐτοῦ τὸ στράτευμα· ἐπὰν δὲ πάλιν ἁλισθῇ αὐτῷ ἡ στρατιά, οὐκ ἔστιν ὅπως οὐκ ἐπιθήσεται ἡμῖν”.
Traduzione letterale
Dopo questi fatti, mentre erano accampati i Greci aspettavano Tissaferne e Arieo gli uni vicino agli altri più di venti giorni. Durante quelli (quei giorni) vanno da Arieo anche i fratelli e gli altri parenti, e con quelli alcuni dei Persiani, che (παραθαρρύνω ) lo rinfrancavano e gli portavano garanzie formali da parte del re, che il re non avrebbe serbato risentimento verso di loro per la spedizione con Ciro né per altro episodio del passato...(CONTINUA)
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni di greco di Senofonte
- Visite: 3
(Ὁ Ἀγησίλαος) γιγνώσκων δ᾽ ὅτι ἡ μὲν πορθουμένη καὶ ἐρημουμένη χώρα οὐκ ἂν δύναιτο πολύν χρόνον στράτευμα φέρειν, ἡ δ᾽ οἰκουμένη μὲν σπειρωμένη δὲ ἀέναον ἂν τὴν τροφὴν παρέχοι, ἐπεμέλετο οὐ μόνον τοῦ βίᾳ χειροῦσθαι τοὺς ἐναντίους, ἀλλὰ καὶ τοῦ πραότητι προσάγεσθαι. (21) Καὶ πολλάκις μὲν προηγόρευε τοῖς στρατιώταις τοὺς ἁλισκομένους μὴ ὡς ἀδίκους τιμωρεῖσθαι, ἀλλ' ὡς ἀνθρώπους ὄντας φυλάττειν.
Traduzione letterale
Agesilao riconoscendo che una regione devastata (πορθουμένη, part pres pass πορθέω) e resa simile ad un deserto (ἐρημουμένη, part pres pass ἐρημόω) non potrebbe (δύναιτο, δύναμαι ott pres) tollerare molto [a lungo] un esercito, invece quella abitata, se seminata potrebbe offrire sempre il nutrimento,...(CONTINUA)