καὶ μὴν οὐδὲ τοῦτ’ εἰπεῖν ὀκνήσω, ὅτι ὁ τὸν ῥήτορα βουλόμενος δικαίως ἐξετάζειν καὶ μὴ συκοφαντεῖν οὐκ ἂν οἷα σὺ νῦν ἔλεγες, τοιαῦτα κατηγόρει, παραδείγματα πλάττων καὶ ῥήματα καὶ σχήματα μιμούμενος (πάνυ γὰρ παρὰ τοῦτο, οὐχ ὁρᾷς; γέγονεν τὰ τῶν Ἑλλήνων, εἰ τουτὶ τὸ ῥῆμα, ἀλλὰ μὴ τουτὶ διελέχθην ἐγώ, ἢ δευρὶ τὴν χεῖρα, 18. 233ἀλλὰ μὴ δευρὶ παρήνεγκα), ἀλλ’ ἐπ’ αὐτῶν τῶν ἔργων ἂν ἐσκόπει τίνας εἶχεν ἀφορμὰς ἡ πόλις καὶ τίνας δυνάμεις, ὅτ’ εἰς τὰ πράγματ’ εἰσῄειν, καὶ τίνας συνήγαγον αὐτῇ μετὰ ταῦτ’ ἐπιστὰς ἐγώ, καὶ πῶς εἶχε τὰ τῶν ἐναντίων. εἶτ’ εἰ μὲν ἐλάττους ἐποίησα τὰς δυνάμεις, παρ’ ἐμοὶ τἀδίκημ’ ἂν ἐδείκνυεν ὄν, εἰ δὲ πολλῷ μείζους, οὐκ ἂν ἐσυκοφάντει. ἐπειδὴ δὲ σὺ τοῦτο πέφευγας, ἐγὼ ποιήσω· καὶ σκοπεῖτ’ εἰ δικαίως χρήσομαι τῷ λόγῳ.

Non è stata ancora tradotta: Invia tu la traduzione di questa versione a webmaster@skuolasprint. it e guadagnerai 10 crediti