PROLOGO DELLE BACCANTI
VERSIONE DI GRECO di Euripide
versi 1-63
Διόνυσος

ἥκω Διὸς παῖς τήνδε Θηβαίων χθόναΔιόνυσος, ὃν τίκτει ποθ᾽ ἡ Κάδμου κόρηΣεμέλη λοχευθεῖσ᾽ ἀστραπηφόρῳ πυρί·μορφὴν δ᾽ ἀμείψας ἐκ θεοῦ βροτησίανπάρειμι Δίρκης νάματ᾽ Ἰσμηνοῦ θ᾽ ὕδωρ. ὁρῶ δὲ μητρὸς μνῆμα τῆς κεραυνίαςτόδ᾽ ἐγγὺς οἴκων καὶ δόμων ἐρείπιατυφόμενα Δίου πυρὸς ἔτι ζῶσαν φλόγα, ἀθάνατον Ἥρας μητέρ᾽ εἰς ἐμὴν ὕβριν. αἰνῶ δὲ Κάδμον, ἄβατον ὃς πέδο τόδε τίθησι, θυγατρὸς σηκόν· ἀμπέλου δέ νινπέριξ ἐγὼ ᾽κάλυψα βοτρυώδει χλόῃ. λιπὼν δὲ Λυδῶν τοὺς πολυχρύσους γύαςΦρυγῶν τε, Περσῶν θ᾽ ἡλιοβλήτους πλάκαςΒάκτριά τε τείχη τήν τε δύσχιμον χθόνα

Μήδων ἐπελθὼν Ἀραβίαν τ᾽ εὐδαίμοναἈσίαν τε πᾶσαν, ἣ παρ᾽ ἁλμυρὰν ἅλακεῖται μιγάσιν Ἕλλησι βαρβάροις θ᾽ ὁμοῦπλήρεις ἔχουσα καλλιπυργώτους πόλεις, ἐς τήνδε πρῶτον ἦλθον Ἑλλήνων πόλιν, τἀκεῖ χορεύσας καὶ καταστήσας ἐμὰςτελετάς, ἵν᾽ εἴην ἐμφανὴς δαίμων βροτοῖς.

πρώτας δὲ Θήβας τῆσδε γῆς Ἑλληνίδοςἀνωλόλυξα, νεβρίδ᾽ ἐξάψας χροὸςθύρσον τε δοὺς ἐς χεῖρα, κίσσινον βέλος·ἐπεί μ᾽ ἀδελφαὶ μητρός, ἃς ἥκιστα χρῆν, Διόνυσον οὐκ ἔφασκον ἐκφῦναι Διός, Σεμέλην δὲ νυμφευθεῖσαν ἐκ θνητοῦ τινοςἐς Ζῆν᾽ ἀναφέρειν τὴν ἁμαρτίαν λέχους, Κάδμου σοφίσμαθ᾽, ὧν νιν οὕνεκα κτανεῖν Ζῆν᾽ ἐξεκαυχῶνθ᾽, ὅτι γάμους ἐψεύσατο. τοιγάρ νιν αὐτὰς ἐκ δόμων ᾤστρησ᾽ ἐγὼμανίαις, ὄρος δ᾽ οἰκοῦσι παράκοποι φρενῶν·σκευήν τ᾽ ἔχειν ἠνάγκασ᾽ ὀργίων ἐμῶν, καὶ πᾶν τὸ θῆλυ σπέρμα Καδμείων, ὅσαιγυναῖκες ἦσαν, ἐξέμηνα δωμάτων·ὁμοῦ δὲ Κάδμου παισὶν ἀναμεμειγμέναιχλωραῖς ὑπ᾽ ἐλάταις ἀνορόφοις ἧνται πέτραις. δεῖ γὰρ πόλιν τήνδ᾽ ἐκμαθεῖν, κεἰ μὴ θέλει, ἀτέλεστον οὖσαν τῶν ἐμῶν βακχευμάτων, Σεμέλης τε μητρὸς ἀπολογήσασθαί μ᾽ ὕπερφανέντα θνητοῖς δαίμον᾽ ὃν τίκτει Διί.

Διόνυσος

Κάδμος μὲν οὖν γέρας τε καὶ τυραννίδαΠενθεῖ δίδωσι θυγατρὸς ἐκπεφυκότι, ὃς θεομαχεῖ τὰ κατ᾽ ἐμὲ καὶ σπονδῶν ἄποὠθεῖ μ᾽, ἐν εὐχαῖς τ᾽ οὐδαμοῦ μνείαν ἔχει. ὧν οὕνεκ᾽ αὐτῷ θεὸς γεγὼς ἐνδείξομαιπᾶσίν τε Θηβαίοισιν. ἐς δ᾽ ἄλλην χθόνα, τἀνθένδε θέμενος εὖ, μεταστήσω πόδα, δεικνὺς ἐμαυτόν· ἢν δὲ Θηβαίων πόλις ὀργῇ σὺν ὅπλοις ἐξ ὄρους βάκχας ἄγεινζητῇ, ξυνάψω μαινάσι στρατηλατῶν. ὧν οὕνεκ᾽ εἶδος θνητὸν ἀλλάξας ἔχωμορφήν τ᾽ ἐμὴν μετέβαλον εἰς ἀνδρὸς φύσιν. ἀλλ᾽, ὦ λιποῦσαι Τμῶλον ἔρυμα Λυδίας, θίασος ἐμός, γυναῖκες, ἃς ἐκ βαρβάρωνἐκόμισα παρέδρους καὶ ξυνεμπόρους ἐμοί, αἴρεσθε τἀπιχώρι᾽ ἐν πόλει Φρυγῶντύμπανα, ῾Ρέας τε μητρὸς ἐμά θ᾽ εὑρήματα, βασίλειά τ᾽ ἀμφὶ δώματ᾽ἐλθοῦσαι τάδεκτυπεῖτε Πενθέως, ὡς ὁρᾷ Κάδμου πόλις. ἐγὼ δὲ βάκχαις, ἐς Κιθαιρῶνος πτυχὰς ἐλθὼν ἵν᾽ εἰσί, συμμετασχήσω χορῶν.

TRADUZIONE