Θαυμαστον δε φαινεται μοι και το πεισθηναι τινας ως Σωκρατης τους νεους διεφθειρεν, ος (προς τοις ειρημενοισ) πρωτον μεν αφροδισιων και γαστρος παντων ανθρωπων εγκρατεστατος ην, ειτα προς χειμωνα και θερος και παντας πονους καρτερικωτατος, ετι δε προς το μετριων δεισθαι πεπαιδευμενος ουτως, ωστε, πανυ μικρα κεκτημενος, πανυ ραδιως εχειν αρκουντα. Πως ουν αυτος, ων τοιουτος, αλλους αν η ασεβεις η παρανομους η λιχνους η αφροδισιων ακρατεις η προς το πονειν μαλακους εποιησεν; Αλλ' επαυσε μεν τουτων πολλους, αρετης ποιησας επιθυμειν και ελπιδας παρασχων, αν εαυτων επιμελωνται, καλους καγαθους εσεσθαι: καιτοι γε ουδεπωποτε υπεσχετο διδασκαλος ειναι τουτου, αλλα τω φανερος ειναι τοιουτος ων ελπιζειν εποιει τους συνδιατριβοντας εαυτω μιμουμενους εκεινον τοιουτους γενησεσθαι
Esemplare moderazione di Socrate
VERSIONE DI GRECO di Senofonte
Traduzione dal libro lukeion
Testo greco ORIGINALE
Θαυμαστὸν δὲ φαίνεταί μοι καὶ τὸ πεισθῆναί τινας ὡς Σωκράτης τοὺς νέους διέφθειρεν, ὃς πρὸς τοῖς εἰρημένοις πρῶτον μὲν ἀφροδισίων καὶ γαστρὸς πάντων ἀνθρώπων ἐγκρατέστατος ἦν, εἶτα πρὸς χειμῶνα καὶ θέρος καὶ πάντας πόνους καρτερικώτατος, ἔτι δὲ πρὸς τὸ μετρίων δεῖσθαι πεπαιδευμένος οὕτως, ὥστε πάνυ μικρὰ κεκτημένος πάνυ ῥᾳδίως ἔχειν ἀρκοῦντα. πῶς οὖν αὐτὸς ὢν τοιοῦτος ἄλλους ἂν ἢ ἀσεβεῖς ἢ παρανόμους ἢ λίχνους ἢ ἀφροδισίων ἀκρατεῖς ἢ πρὸς τὸ πονεῖν μαλακοὺς ἐποίησεν; ἀλλ' ἔπαυσε μὲν τούτων πολλοὺς ἀρετῆς ποιήσας ἐπιθυμεῖν καὶ ἐλπίδας παρασχών, ἂν ἑαυτῶν ἐπιμελῶνται, καλοὺς κἀγαθοὺς ἔσεσθαι· καίτοι γε οὐδεπώποτε ὑπέσχετο διδάσκαλος εἶναι τούτου, ἀλλὰ τῷ φανερὸς εἶναι τοιοῦτος ὢν ἐλπίζειν ἐποίει τοὺς συνδιατρίβοντας ἑαυτῷ μιμουμένους ἐκεῖνον τοιούτους γενήσεσθαι.