GRECO versioni per il biennio pagina 88 numero 153

Ηνικα Αλεξανδρος ο Φιλιππου επι τας Θηβας ηγε την δυναμιν, οι μεν θεοι σημεια αυτοις και τερατα απεστελλον ... αγαλμα αυτοματως κατεφλεγετο, πυρος μη προσαγομενος και αλλα πολλα.

TRADUZIONE QUI

Ἡνίκα Αλέξανδρος ὁ Φιλίππου ἐπὶ τὰς Θήβας ἦγε τὴν δύναμιν, οἱ μὲν θεοὶ σημεῖα αὐτοῖς καὶ τέρατα ἀπέστελλον, προσημαίνοντες τὰς περὶ αὐτῶν ὅσον οὐδέπω τύχας· οἳ δὲ ὡς ᾤοντο ἐν Ιλλυριοῖς Ἀλέξανδρον τεθνάναι(!), πολλὰ καὶ βλάσφημα ἐς αὐτὸν ἀπερρίπτουν. Ἡ μὲν γὰρ ἐν Ὀγχηστῷ λίμνη φοβερὸν ἦχον ἀνέδειξαν καὶ συνεχῆ καὶ ταύρου μυκήματι ἐῷκει· ἡ δὲ περὶ τὸν Ἰσμήνιον καὶ αὐτὰ τὰ τείχη ῥέουσα κρήνη καλουμένη Δίρκη καθαρῷ καὶ ἡδεῖ ῥέουσα ὕδατι παρὰ πάντα τὸν πρόσθεν χρόνον, ἄφνω καὶ παρ᾽ ἐλπίδα αἵματος ἀνεπλήσθη(2). Μακεδόσι δὲ ἐπίστευον Θηβαῖοι ἀφαιρεῖν τὸ δαιμόνιον. Ἐν δὲ τῷ κατὰ πόλιν νεῷ τῆς Δήμητρος ἀράχνη κατὰ τοῦ προσώπου τοῦ ἀγάλματος ἐξύφαινε τὴν ἑαυτῆς τέχνην. Τὸ δὲ τῆς Ἀθηνᾶς τῆς καλουμένης Αλαλκομενηίδος ἄγαλμα αὐτομάτως κατεφλέγετο, πυρὸς μὴ προσαγόμενος, καὶ ἄλλα πολλά.