Il pius Aeneas
vesione di greco di Eliano
traduzione dal libro " la lingua greca"
Ὅτε ἑάλω τὸ Ἴλιον, οἰκτείραντες οἱ Ἀχαιοὶ τὰς τῶν ἁλισκομένων τύχας τοῦτο ἐκήρυξαν ἕκαστον τῶν ἐλευθέρων ἕν ὅ τι βούλεται τῶν οἰκείων ἀποφέρειν ἀράμενον. Ὁ οὖν Αἰνείας τοὺς πατρῴους θεοὺς βαστάσας ἔφερεν, ὑπεριδὼν τῶν ἄλλων. Ἡσθέντες οὖν ἐπὶ τῇ τοῦ ἀνδρὸς εὐσεβείᾳ οἱ Ἕλληνες καὶ δεύτερον αὐτῷ κτῆμα συνεχώρησαν λαβεῖν· ὁ δὲ τὸν πατέρα πάνυ σφόδρα γεγηρακότα ἀναθέμενος τοῖς ὤμοις ἔφερεν. Ὑπερεκπλαγέντες οὖν καὶ ἐπὶ τούτῳ οὐχ ἥκιστα, πάντων τῶν οἰκείων κτημάτων αὐτοῦ ἀπέστησαν, ὁμολογοῦντες ὅτι πρὸς τοὺς εὐσεβεῖς τῶν ἀνθρώπων καὶ τοὺς θεοὺς καὶ τοὺς γειναμένους δι᾿αἰδοῦς ἄγοντας καὶ οἱ φύσει πολέμιοι ἥμεροι γίγνονται.