Saggia politica di PIsistrato
VERSIONE DI GRECO di Aristotele
TRADUZIONE dal libro Sophia

Η μεν ουν Πεισιστρατου τυραννις εξ αρχης τε κατεστη τουτον τον τροπον, και μεταβολας εσχεν τασαυτας. Διωκει δ' ο Πεισιστρατος την πολιν μετριως και μαλλον πολιτικως η τυραννικως: εν τε γαρ τοις αλλοις φιλανθρωπος ην και πραος και τοις αμαρτανουσιν συγγνωμονικος, και δη και τοις αποροις προεδανειζε χρηματα προς τας εργασιας ωστε διατρεφεσθαι γεωργουντας. Τουτο δ' εποιει δυοιν χαριν, ινα μητε εν τω αστει διατριβωσιν, αλλα διεσπαρμενοι κατα την χωραν, και οπως, ευπορουντες των μετριων και προς τοις ιδιοις οντες, μητ' επιθυμωσι μητε σχολαζωσιν επιμελεισθαι των κοινων. Αμα δε συνεβαινεν αυτω και τας προσοδους γιγνεσθαι μειζους, εξεργαζομενης της χωρας: επραττετο γαρ απο των γιγνομενων δεκατην. Διο και τους κατα δημους κατεσκευασε δικαστας και αυτος εξηει πολλακις εις την χωραν επισκοπων και διαλυων τους διαφερομενους, οπως μη καταβανοντες εις το αστυ παραμελωσι των εργων.

Ἡ μὲν οὖν Πεισιστράτου τυραννὶς ἐξ ἀρχῆς τε κατέστη τοῦτον τὸν τρόπον, καὶ μεταβολὰς ἔσχεν τοσαύτας. διῴκει δ' ὁ Πεισίστρατος, ὥσπερ εἴρηται, τὰ περὶ τὴν πόλιν μετρίως καὶ μᾶλλον πολιτικῶς ἢ τυραννικῶς. ἔν τε γὰρ τοῖς ἄλλοις φιλάνθρωπος ἦν καὶ πρᾷος καὶ τοῖς ἁμαρτάνουσι συγγνωμονικός, καὶ δὴ καὶ τοῖς ἀροις προεδάνειζε χρήματα πρὸς τὰς ἐργασίας, ὥστε διατρέφεσθαι γεωργοῦντας. τοῦτο δ' ἐποίει δυοῖν χάριν, ἵνα μήτε ἐν τῷ ἄστει διατρίβωσιν, ἀλλὰ διεσπαρμένοι κατὰ τὴν χώραν, καὶ ὅπως εὐποροῦντες τῶν μετρίων καὶ πρὸς τοῖς ἰδίοις ὄντες, μήτ' ἐπιθυμῶσι μήτε σχολάζων ἐπιμελεῖσθαι τῶν κοινῶν. ἅμα δὲ συνέβαινεν αὐτῷ καὶ τὰς προσόδους γίγνεσθαι μείζους, ἐξεργαζομένης τῆς χώρας. ἐπράττετο [γὰρ ἀπὸ τῶν γιγνομένων δεκάτην. διὸ καὶ τοὺς κατὰ δήμους κατεσκεύασε δικαστάς, καὶ αὐτὸς ἐξῄει πολλάκις εἰς τὴν χώραν, ἐπισκοπῶν καὶ διαλύων τοὺς διαφερομένους, ὅπως μὴ καταβαίνοντες εἰς τὸ ἄστυ παραμελῶσι τῶν ἔργων