Numa e Pitagora versione greco Plutarco

λεγομένου δ' οὖν ὡς Νομᾶς γένοιτο Πυθαγόρου συνήθης, οἱ μὲν ὅλως ἀξιοῦσι μηδὲν Ἑλληνικῆς παιδεύσεως Νομᾷ μετεῖναι, καθάπερ ἢ φύσει δυνατὸν καὶ αὐτάρκη γενέσθαι πρὸς ἀρετὴν ἢ βελτίονι Πυθαγόρου βαρβάρῳ τινὶ τὴν τοῦ βασιλέως ἀποδοῦναι παίδευσιν· οἱ δὲ Πυθαγόραν μὲν ὀψὲ γενέσθαι, τῶν Νομᾶ χρόνων ὁμοῦ τι πέντε γενεαῖς ἀπολειπόμενον, Πυθαγόραν δὲ τὸν Σπαρτιάτην Ὀλύμπια νενικηκότα στάδιον ἐπὶ τῆς ἑκκαιδεκάτης Ὀλυμπιάδος, ἧς ἔτει τρίτῳ Νομᾶς εἰς τὴν βασιλείαν κατέστη, πλανηθέντα περὶ τὴν Ἰταλίαν συγγενέσθαι τῷ Νομᾷ καὶ συνδιακοσμῆσαι τὴν πολιτείαν