MORALITA' DEGLI ANTICHI SPARTANI
VERSIONE DI GRECO di Plutarco
Τοσαύτη δ´ ἦν κατ´ ἐκείνους τοὺς χρόνους σωφροσύνη τῶν γυναικῶν καὶ τοσοῦτον ἀπεῖχε τῆς ὕστερον περὶ αὐτὰς εὐχερείας, ὡς πρότερον ἄπιστον εἶναι τὸ τῆς μοιχείας παρ´ αὐταῖς. Καὶ λόγος ἀπομνημονεύεται Γεραδάτα τινὸς Σπαρτιάτου τῶν σφόδρα παλαιῶν, ὃς ἐρωτηθεὶς ὑπὸ ξένου, τί πάσχουσιν οἱ μοιχοὶ παρ´ αὐτοῖς (οὐδὲν γὰρ ὁρᾶν περὶ τούτου νενομοθετημένον ὑπὸ Λυκούργου), εἶπεν "Οὐδείς, ὦ ξένε, γίνεται μοιχὸς παρ´ ἡμῖν. " Ἐκείνου δὲ ὑπολαβόντος "Ἂν οὖν γένηται; " "Ταῦρον" ἔφη ὁ Γεραδάτας"ἐκτίνει μέγαν, ὃς ὑπερκύψας τὸ Ταΰγετον ἀπὸ τοῦ Εὐρώτα πίεται. " Θαυμάσαντος δ´ ἐκείνου καὶ φήσαντος "Πῶς δ´ ἂν γένοιτο βοῦς τηλικοῦτος; » γελάσας ὁ Γεραδάτας « Πῶς γὰρ ἄν » ἔφη « μοιχὸς ἐν Σπάρτῃ γένοιτο, ἐν ᾗ πλοῦτος μὲν καὶ τρυφὴ καὶ καλλωπισμὸς ἀτιμάζονται,
TRADUZIONE