ALEA IACTA EST
versione greco Plutarco traduzione gymnasion

Ἐν τούτῳ δὲ ἀπαγγέλλεται Καῖσαρ Ἀρίμινον, πόλιν μεγάλην τῆς Ἰταλίας, κατειληφὼς καὶ βαδίζων ἄντικρυς ἐπὶ τὴν Ῥώμην μετὰ πάσης τῆς δυνάμεως. τοῦτο δὲ ἦν ψεῦδος. ἐβάδιζε γὰρ οὐ πλείονας ἔχων ἱππέων τριακοσίων καὶ πεντακισχιλίων ὁπλιτῶν· τὴν δὲ ἄλλην δύναμιν ἐπέκεινα τῶν Ἄλπεων οὖσαν οὐ περιέμενεν, ἐμπεσεῖν ἄφνω τεταραγμένοις καὶ μὴ προσδοκῶσι βουλόμενος μᾶλλον ἢ χρόνον δοὺς ἐκ παρασκευῆς μάχεσθαι. καὶ γὰρ ἐπὶ τὸν Ῥουβίκωνα ποταμὸν ἐλθών, ὃς ἀφώριζεν αὐτῷ τὴν δεδομένην ἐπαρχίαν, ἔστη σιωπῇ καὶ διεμέλλησεν, αὐτὸς ἄρα πρὸς ἑαυτὸν συλλογιζόμενος τὸ μέγεθος τοῦ τολμήματος. εἶτα, ὥσπερ οἱ πρὸς βάθος ἀφιέντες ἀχανὲς ἀπὸ κρημνοῦ τινος ἑαυτούς, μύσας τῷ λογισμῷ καὶ παρακαλυψάμενος πρὸς τὸ δεινόν, καὶ τοσοῦτον μόνον Ἑλληνιστὶ πρὸς τοὺς παρόντας ἐκβοήσας, "Ἀνερρίφθω κύβος, " διεβίβαζε τὸν στρατόν.