LA PRATICA DELLA CACCIA
VERSIONE DI GRECO di Senofonte
TRADUZIONE dal libro Lukeion

Πρῶτον μὲν οὖν χρὴ ἐλθεῖν ἐπὶ τὸ ἐπιτήδευμα τὸ τῶν κυνηγεσίων τὸν ἤδη ἐκ παιδὸς ἀλλάττοντα τὴν ἡλικίαν, εἶτα δὲ καὶ ἐπὶ τὰ ἄλλα παιδεύματα, σκεψάμενον τὴν οὐσίαν, ᾧ μὲν ἔστιν ἱκανή, ἀξίως τῆς αὑτοῦ ὡφελείας, ᾧ δὲ μὴ ἔστιν, ἀλλ' οὖν τήν γε προθυμίαν παρεχέσθω μηδὲν ἐλλείπων τῆς ἑαυτοῦ δυνάμεως. ὅσα δὲ καὶ οἷα δεῖ παρεσκευασμένον ἐλθεῖν ἐπ' αὐτὸ φράσω καὶ αὐτὰ καὶ τὴν ἐπιστήμην ἑκάστου, ἵνα προειδὼς ἐγχειρῇ τῷ ἔργῳ. καὶ μηδεὶς αὐτὰ φαῦλα νομισάτω εἶναι· ἄνευ γὰρ δὴ τούτων οὐκ ἂν εἴη πρᾶξις.