Ἱππεὺς γιγνόμενος πλεονεκτήσω τῶν ἱπποκενταύρων; Προνοεῖν γάρ γε ἔξω πάντα τῇ ἀνθρωπίνῃ γνώμῃ, ταῖς δὲ χερσὶν ὁπλοφορήσω, διώξομαι δὲ τῷ ἵππῳ, τὸν δ' ἐναντίον ἀνατρέψω· τὰ τοῦ ἱπποκενταύρου δήπου διαπράξομαι. Ἔπειτα δὲ καταβήσομαι, δειπνήσω καὶ ἀμφιέσομαι καὶ καθευδήσω ὥσπερ οἱ ἄλλοι ἄνθρωποι. Ὁ μὲν ἱπποκένταυρος δυοῖν ὀφθαλμοῖν ἑώρα τε καὶ δυοῖν Φοιτὤτοιν ἤκουεν· ἐγὼ δὲ τέτταρσι μὲν ὀφθαλμοῖς τεκμαροῦμαι, τέτταρσι δὲ ὠσὶν αἰσθήσομαι· πολλὰ γάρ φασι καὶ ἵππον ἀνθρώπῳ τοῖς ὀφθαλμοῖς προορῶντα δηλοῦν, πολλὰ δὲ τοῖς ὠσὶν προακούοντα σημαίνειν.