ἀλλὰ μὴν καὶ ὁμόνοιά γε μέγιστόν τε ἀγαθὸν δοκεῖ ταῖς πόλεσιν εἶναι καὶ πλειστάκις ἐν αὐταῖς αἵ τε γερουσίαι καὶ οἱ ἄριστοι ἄνδρες παρακελεύονται τοῖς πολίταις ὁμονοεῖν, καὶ πανταχοῦ ἐν τῇ Ἑλλάδι νόμος κεῖται τοὺς πολίτας ὀμνύναι ὁμονοήσειν, καὶ πανταχοῦ ὀμνύουσι τὸν ὅρκον τοῦτον· οἶμαι δ’ ἐγὼ ταῦτα γίγνεσθαι οὐχ ὅπως τοὺς αὐτοὺς χοροὺς κρίνωσιν οἱ πολῖται, οὐδ’ ὅπως τοὺς αὐτοὺς αὐλητὰς ἐπαινῶσιν, οὐδ’ ὅπως τοὺς αὐτοὺς ποιητὰς αἱρῶνται, οὐδ’ἵνα τοῖς αὐτοῖς ἥδωνται, ἀλλ’ ἵνα τοῖς νόμοις πείθωνται. τούτοις γὰρ τῶν πολιτῶν ἐμμενόντων, αἱ πόλεις ἰσχυρόταταί τε καὶ εὐδαιμονέσταται γίγνονται· ἄνευ δὲ ὁμονοίας οὔτ’ἂν πόλις εὖ πολιτευοιτο ουτ' οικοι καλως οικοιντο.
Ma la concordia sembra che sia il bene più grande per gli stati, e molte volte, in essi, gli anziani e gli uomini migliori invitano gli uomini ad andare d'accordo, e dappertutto nell'Ellade vige la legge che i cittadini giurino di mantenersi in concordia e dappertutto pronunciano questo giuramento. ...(CONTINUA)