L'eroismo di Mucio versione greco Dionigi di Alicarnasso
traduzione libro Euloghia ευλογια a pag 535 nº 371

Ἐπαινεθείς δ´ὑπό τῶν ἐν τῷ συνεδρίῳ καί λαβών οἰωνούς αἰσίους τῆς πράξεως διαβαίνει τόν ποταμόν. Καί παραγενόμενος ἐπί τόν χάρακα τῶν Τυρρηνῶν εἰσέρχεται, παρακρουσάμενος τούς φυλάττοντας τάς πύλας ὡς τῶν ὁμοεθνῶν τις, ὅπλον τ´οὐθέν φανερόν ἔχων καί γλώττῃ Τυρρηνικῇ διαλεγόμενος, ἣν ἐξέμαθεν ἔτι παῖς ὢν ὐπό τροφοῦ Τυρρηνίδος τό γένος ἐκδιδαχθείς. Ὡς δ´ἐπί τήν ἀγοράν καί τό στρατήγιον ἀφίκετο, ἄνδρα ὁρᾷ μεγέθει τε καί ρώμῃ σώματος διαφέροντα, ἐσθῆτα πορφυρᾶν ἐνδεδυκότα, καθήμενον ἐπί τοῦ στρατηγικοῦ βήματος, καί περί αὐτόν ἐστῶτας ἐνόπλους συχνούς. Διαμαρτών δέ τῆς δόξης, οἷα δή μηδέποτε τόν βασιλέα τῶν Τυρρηνῶν θεασάμενος, τοῦτον τόν ἄνδρα ὑπέλαβε Πορσίναν εἶναι· ὁ δ´ ἦν ἄρα γραμματεύς τοῦ βασιλέως, ἐκάθητο δ´ἐπὶ τοῦ βήματος διαριθμῶν τούς στρατιώτας καί διαγράφων αὐτοῖς τούς ὀψωνιασμούς. Ἐπί τοῦτον δή τόν γραμματέα χωρήσας διά τοῦ περιεστηκότος ὄχλου καί ἀναβάς ὡς ἄνοπλος ὑπ´οὐθενός κωλυόμενος ἐπί τό βῆμα, σπᾶται τό ξιφίδιον, ὃ τῆς περιβολῆς ἐντός ἔκρυπτε, καί παίει τόν ἄνδρα κατά τῆς κεφαλῆς. Ἀποθανόντος δέ τοῦ γραμματέως πληγῇ μιᾷ. Συλληφθείς εὐθύς ὑπό τῶν περί τό βῆμα πρός τόν βασιλέα πεπυσμένον ἤδη τήν τοῦ γραμματέως ἀναίρεσιν ἀπάγεται.