- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni greco - Arriano
- Visite: 7
Ἐτελεύτα μὲν δὴ Ἀλέξανδρος τῇ τετάρτῃ καὶδεκάτῃ καὶ ἑκατοστῇ Ὀλυμπιάδι ἐπὶ Ἡγησίου ἄρχοντος Ἀθήνησιν· ἐβίω δὲ δύο καὶ τριάκοντα ἔτη καὶτοῦ τρίτου μῆνας ἐπέλαβεν ὀκτώ͵ ὡς λέγει Ἀριστόβουλος· ἐβασίλευσε δὲ δώδεκα ἔτη καὶ τοὺς ὀκτὼτούτους μῆνας͵ τό τε σῶμα κάλλιστος καὶ φιλοπονώτατος καὶ ὀξύτατος γενόμενος καὶ τὴν γνώμην ἀνδρειότατος καὶ φιλοτιμότατος καὶ φιλοκινδυνότατος καὶ τοῦ θείου ἐπιμελέστατος· ἡδονῶν δὲ τῶν μὲν τοῦ σώματοςἐγκρατέστατος͵ τῶν δὲ τῆς γνώμης ἐπαίνου μόνουἀπληστότατος·
da altro libro
τη" δ' έπιούση μόγις έκκομισθήναι προς τα Ιερά και θϋσαι, και μηδέν μείον ϊτι παραγγέλλειν υπέρ του πλου τοις ήγεμόσιν. ες δε την ύστεραίαν κακώς ήδη έχοντα όμως θϋσαι τα τεταγμένα, παραγγεΐλαι δε τους μεν στρατηγούς διατρίβειν κατά την αύλήν, χιλιάρχας δε καί πεντακοσιάρχας προ των θυρών, ήδη δε παντάπασι πονήρως έχοντα διακομισθηναι εκ του παραδείσου ες τα βασίλεια, είσελθόντων δε των ηγεμόνων γνώναι μεν αυτούς, φωνήσαι δε μηδέν £τι, αλλά είναι αναυδον και την νύκτα πυρέσσειν κακώς και την ήμέραν, και την αλλην νύκτα και την ήμέραν. . Οδτως εν ταΐς έφημερίσι ταΐς βασιλείοις άναγέγραπται, καί επί τούτοις δ'τι οί στρατιώται έπόθησαν ίδεϊν αυτόν, οί μεν, ως ζώντα 'έτι ϊδοιεν, οι δε, ότι τε-θνηκέναι ήδη έξηγγέλλετο, έπικρύπτεσθαι δε αϋτοΰ έτόπαζον προς των σωματο φυλάκων τον θάνατον, ως eγωγε δοκώ- τους πολλούς <δέ> υπό πένθους καί πόθου του βασιλέως βιάσασθαι ίδεΐν 'Αλέξανδρον. τον δε αφωνον μεν είναι λέγουσι παραπορευομένης της στρατιάς, δεξιοϋσθαι δε ως εκάστους την τε κεφαλήν έπαίρον τα μόγις καί τοΓν όφθαλμοiν έπισημαίνοντa
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni greco - Arriano
- Visite: 7
LA FUGA DI DARIO
Versione di greco
traduzione dal libro gymnasion
Δαρειος, ως αυτω υπ' Αλεξανδρου εφοβηθη το κερας το ευωνυμον, ευθυς ως ειχεν επι του αρματος συν τοις πρωτοις εφευγε και εστε μεν ομαλοις χωριοις εν τη φυγη ενετυγχανεν, επι του αρματος διεσωζετο· ως δε φαραγξι τε και αλλαις δυσχωριαις ενεκυρσε, το μεν αρμα απολειπει αυτου, και την ασπιδα και τον κανδυν εκδυς· ο δε και το τοξον απολειπει επι του αρματος· αυτος δε ιππου επιβας εφευγε· και η νυξ αφειλετο αυτον το προς Αλεξανδρου αλωναι. Αλεξανδρος γαρ, εστε μεν φαος ην, ανα κρατος εδιωκεν ως δε συνεσκοταζεν ηδη ες το εμπαλιν απετρεπετο επι το στρατοπεδον, το μεντοι αρμα το Δαρειου ελαβε και την ασπιδα επ' αυτω και τον κανδυν και το τοξον. Το τε στρατοπεδον το Δαρειου ευθυς εξ εφοδου εαλω και η μητηρ και η γυνη και υιος Δαρειου νηπιος· και θυγατερες δυο εαλωσαν και αλλαι αμφ' αυτας Περσων των ομοτιμων γυναικες ου πολλαι.
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni greco - Arriano
- Visite: 7
LA DISTRUZIONE DI TEBE
VERSIONE DI GRECO DI ARRIANO
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni greco - Arriano
- Visite: 7
LA BATTAGLIA DI ISSO
VERSIONE DI GRECO DI ARRIANO
Questa traduzione si trova anche sul libro AGON
- Dettagli
- Scritto da Anna Maria Di Leo
- Categoria: Versioni greco - Arriano
- Visite: 7
Il nodo di Gordio
versione greco Arriano traduzione libro GYMNASION
Inizio: Άλἑξανδρος δἐ ως ές Γόρδιον παρῆλθε... Fine: Αλεξανδρος τοις φηνασι θεοις σημεια και του δεσμου την λυσιν